Skip to content

Parallel

Wisdom of Solomon 1

Swete's Septuagint · Berean Standard Bible

1:1
ΑΓΑΠΗΣΑΤΕ δικαιοσύνην, οἱ κρίνοντες τὴν γῆν· φρονήσατε περὶ τοῦ κυρίου ἐν ἀγαθότητι, καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτόν.
—
1:2
ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτόν, ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ·
—
1:3
σκολοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ θεοῦ, δοκιμαζομένη τε ἡ δύναμις ἐλέγχει τοὺς ἄφρονας.
—
1:4
ὅτι εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι καταχρἐῳ ἁμαρτίας.
—
1:5
ἅγιον γὰρ πνεῦμα παιδεἰας φεύξεται δόλον, καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων, καὶ ἐλεγχθήσεται ἐπελθούσης ἀδικίας.
—
1:6
φιλάνθρωπον γὰρ πνεῦμα σοφία, καὶ οὐκ ἀθῳώσει βλάσφημον ἀπὸ χελέων αὐτοῦὅτι τῶν νεφρῶν αὐτοῦ μάρτυς ὁ θεός, καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπος ἀληθὴς καὶ τῆς γλώσσης ἀκουστής·
—
1:7
ὅτι πνεῦμα Κυρίου πεπλήρωκεν τὴν οἰκουμένην, καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς.
—
1:8
δμὰ τοῦτο φθεγγόμενος ἄδικα οὐδεὶς μὴ λάθῃ, οὐδὲ μὴν παροδεύσῃ αὐτὸν ἐλέγχουσα ἡ δἰκη.
—
1:9
ἐν γὰρ διαβουλίοις ἀσεβοῦς ἐξέτασις ἔσται, όγων δὲ αὐτοῦ ἀκοὴ πρὸς Κύριον ἤξει εἰς λεγχον ἀνομημάτων αὐτοῦ·
—
ὅτι ὖς ζηλώσεως ἀκροᾶται τὰ πάντα, καὶ θροῦς γογγυσμῶν οὐκ ἀποκρύπτεται.
—
φυλάξασθε τοίνυν γογγυσμὸν ἀνωφελῆ, καὶ ἀπὸ καταλαλιᾶς φείσασθε γλώσσης· ὅτι φθέγμα λαθραῖον κενὸν οὐ πορεύσεται, στόμα δὲ καταψευδόμενον ἀναιρεῖ ψυχήν.
—
μὴ ζηλοῦτε θάνατον ἐν πλάνῃ ζωῆς ὑμῶν, μηδὲ ἐπισπᾶσθε ὄλεθρον ἔργοις χειρῶν ὑμῶν·
—
ὅτι ὁ θεὸς θάνατον οὐκ ἐποίγῳεν, οὐδὲ τέρπεται ἐπʼ ἀπωλείᾳ ζώντων·
—
ἔκτισεν γὰρ εἰς τὸ εἶναι τὰ πάντα, καὶ σωτήριοι αἱ γενέσεις τοῦ κόσμου, καὶ οὐκ ἔστιν ἐν αὐταῖς φάρμακον ὀλέθρου, οδτε Μδοὺ βασίλειον ἐπὶ γῆς·
—
δικαιοσύνη γὰρ ἀθάνατός ἐστιν· ἀσεβεῖς δὲ ταῖς χερσὶν καὶ τοῖς λόγοις προσεκαλέσαντο α φίλον ἡγησάμενοι αὐτὸν ἐτάκησάν, καὶ συνθήκην ἔθεντο πρὸς αὐτόν, ὅτι ἰξιοί εἰσιν τῆς ἐκείνου μερίδος εἶναι
—