Skip to content

Parallel

Wisdom of Solomon 2

Swete's Septuagint · Berean Standard Bible

2:1
Εἶπον γὰρ ἐν ἑαυτοῖς λογισάμενοι οὐκ ὁρθῶς Ολίγος ἐστὶν καὶ λυπηρὸς ὁ βίος ἡμῶν, καὶ οὐκ ἔστιν ἴασις ἐν τελευτῇ ἀνθρώπου, καὶ οὐκ ἐγνώσθη ὁ ἀναλύσας ἐξ ᾅδου
—
2:2
ὅτι αὐτοσχεδίως ἐγενήθημεν, καὶ μετὰ τοῦτο ἐσόμεθα ὡς οὐχ ὑπάρξαντες· ὅτι καπνὸς ἡ πνοὴ ἐν ῥισὶν ἡμῶν, καὶ ὁ λόγος σπινθὴρ ἐν κινήσει καρδίας ἡμῶν,
—
2:3
οἶ πβεσθέντος τέφρα ἀποβήσεται τὸ σῶμα, καὶ τὸ πνεῦμα δαχυθήσεται ὡς χαῦνος ἀὴρ.
—
2:4
καὶ τὸ ὄνομα ἡμῶν ἐπιλησθήσεται ἐν χρόνᾳῃ, καὶ οὐθεὶς μνημονεύσει τῶν ἔργων ἡμῶν· καὶ παρελεύσεται ὁ βίος ἡμῶν ὡς ἴχνη νεφέλης, καὶ ὡς ὁμίχλη διασκεδασθήσεται διωχθεῖσα ὑπὸ ἀκτίνων ἡλίου καὶ ὑπὸ θερμότητος αὐτοῦ βαρυνθεῖσα.
—
2:5
σκιᾶς γὰρ πάροδος ὁ βίος ἡμῶν. καὶ οὐκ ἔστιν ἀναποδισμὸς τῆς τελευτῆς ἡμῶν, ὅτι κατεσφραγίσθη, καὶ οὐδεὶς ἀναστρέφει.
—
2:6
δεῦτε οὖν καὶ ἀπολαύσωμεν τῶν ὄντων ἀγαθῶν, καὶ χρησώμεθα τῇ κτίσει ὡς νεότητι σπουδαίως·
—
2:7
οἴνου πολυτελοῦς καὶ μύρσων πλησθῶμεν, καὶ μὴ παροδευσάτω ἡμᾶς ἄνθος ἀέρος·
—
2:8
στεψώμεθα ῥόδων κάλυξιν πρὶν ἢ μαρανθῆναι
—
2:9
μηδεὶς ἡμῶν ἄμοιρος ἔστω τῆς ἡμετέρας ἀγερωχίας, πανταχῇ καταλίπωμεν σύμβολα τῆς εὐφροσύνης, ὅτι αὕτη ἡ μερὶς ἡμῶν καὶ ὁ κλῆρος οὗτος.
—
καταδυναστεύσωμεν πένητα δίκαιον, μὴ φεισώμεθα χήρας. μηδέ πρεσβύτου ἐντραπῶμεν πολιὰς πολυχρονίους·
—
ἔτῶ δὲ ἡμῶυ ἡ ἰσχὺς νόμος τῆς δικαιοσύνης, τὸ γὰρ ἀσθενές ἄχρηστον ἐλέγχεται.
—
ἐνεδρεύσαομεν δὲ τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν, καὶ ἐναντιοῦται τοῖς ἔργοις ἡμῶν, καὶ ὀνειδίζει ἡμῖν ἁμαρτῆματα νόμου, καὶ ἐπιφημίζει ἡμῖν ἁμαρτήματα παιδείας ἡμῶν·
—
ἐπαγγέλλεται γνῶσιν ἔχειν θεοῦ, καὶ παῖδα Κυρίου ἑαυτὸν ὀνομάζει·
—
ἐγένετο ἡμῖν εἰς ἔλεγχον ἐννοιῶν ἡμῶν· βαρύς ἐστιν ἡμῖν καὶ βλεπόμενος.
—
ὅτι ἀνόμοιος τοῖς ἄλλοις ὁ βίος αὐτοῦ, καὶ ἐξηλλαγμέναι αἱ τρίβοι αὐτοῦ·
—
εἰς κίβδηλον ἐλογίσθημεν αὐτῷ, καὶ ἀπέχεται τῶν ὁδῶν ἡμῶν ὡς ἀπὸ ἀκαθαρσιῶν· μακαρίζει ἔσχατα δικαίων, καὶ ἀλαζονεύεται πατέρα θεόν.
—
ἴδωμεν εἰ οἱ λόγοι αὐτοῦ ἀληθεῖς, καὶ πειράσαωμεν τὰ ἐν ἐκβάσει αὐτοῦ.
—
εἰ γάρ ἐστίν ὁ δίκαιος υἱὸς θεοῦ, ἀντιλήμψεται αὐτοῦ, καὶ ῥύσεται αὐτὸν ἐκ χειρὸς ἀνθεστηκότων.
—
ὕβρει καὶ βασάνῳ ἐτάσαωμεν αὐτόν, ἴνα γνῶμεν τὴν ἐπιεικίαν αὐτοῦ καὶ δικάσωμεν τὴν ἀνεξικακίαν αὐτοῦ·
—
ανάτῳ ἀσχήμονι καταδικάσαωμεν αὐτόν, ἔσται γὰρ αὐτοῦ ἐπισκοπὴ ἐκ λόγων αὐτοῦ.
—
ταῦτα ἐλογίσαντο, καὶ ἐπλανήθησαν· ἀπετύφλωσεν γὰρ αὐτοὺς ἡ κακία αὐτῶν,
—
καὶ οὐκ ἔγνωσαν μυστήρια αὐτοῦ, οὐδὲ μισθὸν ἤλπισαν ὁσιότητος, οὐδὲ ἔκριναν γέρας ψυχῶν ἀμώμων.
—
ὅτι ὁ θεὸς ἔκτισεν τὸν ἄνθρωπον ἐπʼ ἀφθαρσίᾳ, καὶ εἰκόνα τῆς ἰδίας ἰδιότητος ἐποίησεν αὐτόν
—
φθόνῳ δὲ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον, πειράζουσιν δὲ αὐτὸν οἱ τῆς ἐκεἰνου μερίδος ὄντες.
—