Skip to content

Parallel

Esther (Greek) 10

Swete's Septuagint · Berean Standard Bible

Καὶ εἶπεν Μαρδοχαῖς Παρὰ τοῦ θεοῦ ἐγένετο ταῦτα.
ἐμνήσθην γὰρ περὶ τοῦ ἐνυπνίου οὗ κἶδον περὶ τῶν λόγων τούτων, οὐδέ γὰρ παρῆλθευ ἀπʼ αὐτῶν λόγος·
ἡ μικρὰ πηγὴ ἣ ἐγένετο ποταμός. καὶ ἦν φῶς καὶ ἥλιος καὶ ὕδωρ πολύ. Ἐσθήρ ἐστιν ὁ ποταμός, ἣν ἐγάμησεν ὁ βασιλεὺς καὶ ἐποίησεν βασίλισσαν·
οἱ δὲ δύο δράκοντες, ἐγώ εἰμι καὶ Ἁμάν·
τὰ δὲ ἔθνη, τὰ ἐπισυναχθέντα ἀπολέσαι τὸ ὄνομα τῶν Ἰουδαίων·
τὸ δὲ ἔθνος τὸ ἐμόν, οὗτός ἐστιν Ἰσραὴλ οἱ βοήσαντες πρὸς τὸν θεὸν καὶ σωθέντες. καὶ ἔσωσεν Κύριος τὸν λαὸν αὐτοῦ, καὶ ἐρρύσατο Κύριος ἡμᾶς ἐκ πάντων τῶν κακῶν τούτων· καὶ ἐποίησεν ὁ θεὸς τὰ σημεῖα καὶ τὰ τέρατα τὰ μεγάλα ἃ οὐ γέγονεν ἐν τοῖς ἔθνεσιν.
διὰ τοῦτο ἐποίησεν κλήρους δύο, ἕνα τῷ λαῷ τοῦ θεοῦ καὶ ἕνα πᾶσι τοῖς ἔθνεσιν·
καὶ ᾖλθον οἱ δύο κλῆροι οὗτοι εἰς ὥραν καὶ καιρὸν καὶ εἰς ἡμέραν κρίσεως ἐνώπιον τοῦ θεοῦ καὶ πᾶσι τοῖς ἔθνεσιν,
καὶ ἐμνήσθη ὁ θεὸς τοῦ λαοῦ αὐτοῦ, καὶ ἐδικαίωσεν τὴν κληρονομίαν ἑαυτοῦ.
καὶ ἔσονται αὐτοῖς αἱ ἡμέραι αὗται ἐν μηνὶ Ἀδάρ, τῇ τεσσαρεσκαιδεκάτῃ καὶ τῇ πεντεκαιδεκάτῃ τοῦ αὐτοῦ μηνός, μετὰ συναγωγῆς καὶ χαρᾶς καὶ εὐφροσύνης ἐνώπιον τοῦ θεοῦ κατὰ γενεὰς εἰς τὸν αἰῶνα ἐν τῷ λαῷ αὐτοῦ Ἰσραήλ.
Ἔτους τετάρτου βασιλεύοντος Πτολεμαίου καὶ Κλεοπάτρας εἰσήνεγκεν Δοσίθεος, ὃς ἔφη εἶναι ἱερεὺς καὶ Λευείτης, καὶ Πτολεμαῖος ὁ υἱὸς αὐτοῦ τὴν προκειμένην ἐπιστολὴν τῶν Φρουραί, ἣν ἔφασαν εἶναι καὶ ἑρμηνευκέναι Λυσίμαχον Πτολεμαίου τῶν ἐν Ἰερουσαλήμ.