Skip to content

Parallel

Wisdom of Solomon 10

Swete's Septuagint · Berean Standard Bible

Αὕτη πρωτόπλαστον πατέρα κόσμου μόνον κτισθέντα διεφύλαξεν, καὶ ἐξείλατο αὐτὸν ἐκ παραπτώματος ἰδίου,
—
ἔδωκέν τε αὐτῷ ἰσχὺν κρατῆσαι ἁπάντων.
—
ἀποστὰς δὲ ἀπʼ αὐτῆς ἄδικος ἐν ὀργῇ αὐτοῦ ἀδελφοκτόνοις συναπώλετο θυμοῖς·
—
δι ὃν κατακλυζομένην γῆν πάλιν διέσωσεν σοφία, δι εὐτελοῦς ξύλου τὸν δίκαιον κυβερνήσασα.
—
αὕτη καὶ ἐν ὁμονοίᾳ πονηρίας ἐθνῶν συγχυθέντων εὗρεν τὸν δίκαιον, καὶ ἐτήρησεν αὐτὸν ἄμεμπτον θεῷ, καὶ ἐπὶ τέκνου σπλάγχνοις ἰσχυρὸν ἐφύλαξεν.
—
αὕτη δίκαιον ἐξαπολλυμένων ἀσεβῶν ἐρρύσατο φυγόντα πῦρ καταβάσιον Πενταπόλεως·
—
ἧς ἔτι μαρτύριον τῆς πονηρίας καπνιζομένη καθέστηκε χέρσος, καὶ ἀτελέσιν ὥραις καρποφοροῦντα φυτά, ἀπιστούσης ψυχῆς μνημεῖον ἑστηκυῖα στήλη ἁλός.
—
σοφίαν γὰρ παροδεύσαντες οὐ μόνον ἐβλάβησαν τοῦ μὴ γνῶναι τὰ καλά, ἀλλὰ καὶ τῆς ἀφροσύνης ἀπέλιηον τῷ βίῳ μνημόσυνον, ἵνα ἐν οἷς ἐσφάλησαν μηδὲ λαθεῖν δυνηθῶσιν.
—
σοφία δὲ τοὺς θεραπεύσαντας αὐτὴν ἐκ πόνων ἐρρύσατο.
—
αὕτη φυγάδα ὀργῆς ἀδελφοῦ δίκαιον ὡδήγησεν ἐν τρίβοις εὐθείαις· ἔδειξεν αὐτῷ βασιλείαν θεοῦ, καὶ ἔδωκεν αὐτῷ γνῶσιν ἁγίων· εὐπόρησεν αὐτὸν ἐν μόχθοις, καὶ ἐπλήθυνεν τοὺς πόνους αὐτοῦ·
—
ἐν πλεονεξίᾳ κατισχυόντων αὐτὸν παρέστη, καὶ ἐπλούτισεν αὐτόν·
—
δεφύλαξεν αὐτὸν ἀπὸ ἐχθρῶν, καὶ ἀπὸ ἐνεδρευόντων ἠσφαλίσατο, καὶ ἀγῶνα ἰσχυρὸν ἐβράβευσεν αὐτῷ, ἵνα γνῷ ὅτι παντὸς δυνατωτέρα ἐστὶν εὐσέβεια.
—
αὕτη πραθέντα δίκαιον οὐκ ἐγκατέλιπεν, ἀλλὰ ἐξ ἁμαρτίας ἐρρύσατο αὐτόν·
—
συνκατέβη αὐτῷ εἰς λάκκον. καὶ ἐν δεσμοῖς οὐκ ἀφῆκεν αὐτόν, ἕως ἤνεγκεν αὐτῷ σκῆπτρα βασιλείας καὶ ἐξουσίαν τυραννούντων αὐτοῦ· ψευδεῖς τε ἔδεξεν τοὺς μωμησαμένους αὐτόν, καὶ ἔδωκεν αὐτῷ δόξαν αἰώνιον.
—
αὕτη λαὸν ὅσιον καὶ σπέρμα ἄμεμπτον ἐρρύσατο ἐξ ἔθνους θλβόντων.
—
εἰσῆλθεν εἰς ψυχὴν θεράποντος Κυρίου, καὶ ἀντέστη βασιλεῦσιν φοβεροῖς ὀν τέρασι καὶ σημείοις.
—
ἀπέδωκεν ὁσίοις μισθὸν κόπων αὐτῶν, ὡδήγησεν αὐτοὺς ἐν ὁδῷ θαυμαστῇ, καὶ ἐγένετο αὐτοῖς εἰς σκέπην ἡμέρας καὶ εἰς φλόγα ἄστρων τὴν νύκτα.
—
διεβίβασεν αὐτοὺς θάλασσαν ἐρυθράν, καὶ διήγαγεν αὐτοὺς δι᾿ ὕδατος πολλοῦ·
—
τοὺς δὲ ἐχθροὺς αὐτῶν κατέκλυσεν, καὶ ἐκ βάθους ἀβύσσου ἀνέβρασεν αὐτούς.
—
διὰ τοῦτο δίκαιοι ἐσκύλευσαν ἀσεβεῖς, καὶ ὕμνησαν, Κύριε, τὸ ὄνομα τὸ ἅγιόν σου, τήν τε ὑπέρμαχόν σου χεῖρα ᾔνεσαν ὁμοθυμαδόν·
—
ὅτι ἡ σοφία ἤνοιξεν στόμα κωφῶν, καὶ γλώσσας νηπίων ἔθηκεν τρανάς.
—