θεὲ πατέρων καὶ Κύριε τοῦ ἐλέους σου, ὁ ποιήσας τὰ πάντα ἐυ λόγῳ σου,
—
καὶ τῇ σοφίᾳ σου κατεσκεύασας ἄνθρωπον ἴνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων,
—
καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, καὶ ἐν εὐθύτητι ψυχῆς κρίσιν κρίνῃ·
—
δός μοι τὴν τῶν σῶυ θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου.
—
ὅτι ἐγὼ δοῦλος σὸς καὶ υἱὸς τῆς παιδίσκης σου, ἄνθρωπος ἀσθενὴς καὶ ὀλιγοχρόνιος καὶ ἐλάσσαων ἐν συνέσει κρίσεαως καὶ νόμων·
—
κἂν γάρ τις ᾖ τέλειος ἐν υἱοῖς ἀνθρώπων, τῆς ἀπὸ σοῦ σοφίας ἀπδὐισης εἰς οὐδὲν λογισθήσεται
—
σύ με προείλω βασιλέα λαοῦ σου καὶ δικαστὴν υἱῶν σου καὶ θυγατέρων·
—
εἶπας οἰκοδομῆσαι ναὸν ἐν ὄρει ἁγίῳ σου, καὶ ἐν πόλει κατασκηνώσεώς σου θυσιαστήριον, μίμημα σκηνῆς ἁγίας ἣν προητοίμασας ἀπʼ ἀρχῆς.
—
καὶ μετὰ σοῦ ἡ σοφία ἡ εἰδυῖα τὰ ἔργα σου, καὶ παροῦσα ὅτε ἐποίεις τὸν κόσμον, καὶ ἐπισταμένη τί ἀρεστὸν ἐν ὀφθαλμοῖς σου καὶ τί εὐθὲς ἐν ἐντολαῖς σου.
—
ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίων οὐρανῶν, καὶ ἀπὸ θρόνου δόξης σου πέμψον αὐτήν· ἴνα συνπαροῦσά μοι κοπιάσῃ, καὶ γνῶ τί εὐάρεστόν ἐστιν παρὰ σοί.
—
οἶδε γὰρ ἐκείνη πάντα καὶ συνίει, καὶ ὁδηγήσει με ἐν ταῖς πράξεσί μου σωφρόνως. καὶ φυλάξει με ἐν τῆ δόξῃ αὐτῆς·
—
καὶ ἔσται προσδεκτὰ τὰ ἔργα μου, καὶ διακρινῶ τὸν λαόν σου δικαίως, καὶ ἔσομαι ἄξιος θρόνων πατρός μου.
—
τίς γὰρ ἄνθρωπος γνώσεται βουλὴν θεοῦ; ἢ τίς ἐνθυμηθήσεται τί θέλει ὁ κύριος
—
λογισμοὶ γὰρ θνητῶν δειλοί, καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι ἡμῶν·
—
φθαρτὸν γὰρ σῶμα βαρύνει ψυχήν. καὶ βρίθει τὸ γεῶδες σκῆνος νοῦν πολυφρόντιδα.
—
καὶ μόλις εἰκάζομεν τὰ ἐπὶ γῆς. καὶ τὰ ἐν χερσὶν εὑρίσκομεν μετὰ πόνου· τὰ δὲ ἐν οὐρανοῖς τίς ἐξιχνίασεν;
—
βουλὴν δέ σου τίς ἔγνω, εἰ μὴ σὺ ἔδωκας σοφίαν καὶ ἔπεμψας τὸ ἅγιόν σου πνεῦμα ἀπὸ ὐψίσταων
—
καὶ οὕτως διωρθώθησαν αἱ τρὰβοι τῶν ἐπὶ γῆς. καὶ τὰ ἀρεστά σου ἐδιδάχθησαν ἄνθρωποι,
—