Skip to content

Parallel

Wisdom of Solomon 11

Swete's Septuagint · Berean Standard Bible

Εὐόδωσεν τὰ ἔργα αὐτῶν ἐν χειρὶ προφήτου ἁγίου.
—
διώδευσαν ἔρημον ἀοίκητον, καὶ ἐν ἀβάτοις ἔπηξαν σκηνάς·
—
ἀντέστησαν πολεμίοις, καὶ ἠμύναντο ἐχθρούς.
—
ἐδίψησαν καὶ ἐπεκαλέσαντό σε, καὶ ἐδόθη αὐτοῖς ἐκ πέτρας ἀκροτόμου ὕδωρ, καὶ ἴαμα δίψης ἐκ λίθου σκληροῦ.
—
δι᾿ ὧν γὰρ ἐκολάσθησαν οἱ ἐχθροὶ αὐτῶν, (⁶)διὰ τούτων αὐτοὶ ἀποροῦντες εὐεργετήθησαν.
—
ἀντὶ μὲν πηγῆς ἀενάου ποταμοῦ αἵματι λυθρώδει ταραχθέντες
—
εἰς ἔλεγχον νηπιοκτόνου διατάγματος,
—
ἔδωκας αὐτοῖς δαψιλὲς ὕδωρ ἀνελπίστως, 8 δείξας διὰ τοῦ τότε δίψους πῶς τοὺς ὑπεναντίους ἐκόλασας.
—
ὅτε γὰρ ἐπειράσθησαν, καίπερ ἐν ἐλέει παιδευόμενοι, ἔγνωσαν πῶς ἐν ὀργῇ κρινόμενοι ἀσεβεῖς ἐβασανίζοντο·
—
τούτους μὲν γὰρ ὡς πατὴρ νουθετῶν ἐδοκίμασας, ἐκείνους δὲ ὡς ἀπότομος βασιλεὺς καταδικάζων ἐξήτασας.
—
καὶ ἀπόντες δὲ καὶ παρόντες ὁμοίως ἐτρύχοντο·
—
διπλῆ γὰρ αὐτοὺς ἔλαβεν λύπη καὶ στεναγμὸς μνημῶν τῶν παρελθουσῶν.
—
ὅτε γὰρ ἤκουσαν διὰ τῶν ἰδίων κολάσεων εὐεργετουμένους αὐτούς, ᾔσθοντο τοῦ κυρίου.
—
τὸν γὰρ ἐν ἐκθέσει πάλαι ῥιφέντα ἀπεῖπον χλευάζοντες· ἐπὶ τέλει τῶν ἐκβάσεων ἐθαύμασαν, οὐχ ὅμοια δικαίοις διψήσαντες.
—
ἀντὶ δὲ λογισμῶν ἀσυνέτων ἀδικίας αὐτῶν, ἐν οἷς πλανηθέντες ἐθρήσκευον ἄλογα ἑρπετὰ καὶ κνώδαλα εὐτελῆ, ἐπαπέστειλας αὐτοῖς πλῆθος ἀλόγων ζῴων εἰς ἐκδίκησιν,
—
ἵνα γνῶσιν ὅτι δι᾿ ὧν τις ἁμαρτάνει, διὰ τούτων κολάζεται.
—
οὐ γὰρ ἠπόρει ἡ παντοδύναμός σου χεὶρ καὶ κτίσασα τὸν κόσμον ἐξ ἀμόρφου ὕλης ἐπιπέμψαι αὐτοῖς πλῆθος ἄρκων ἢ θρασεῖς λέοντας.
—
ἢ νεοκτίστους θυμοῦ πλήρεις θῆρας ἀγνώστους, ἤτοι πυρπνόον φυσῶντας ἆσθμα, ἢ βρόμους λικμωμένους καπνοῦ, ἢ δεινοὺς ἀπʼ ὀμμάτων σπινθῆρας ἀστράπτοντας,
—
ὧν οὐ μόνον ἡ βλάβη ἠδύνατο συνεκτρῖψαι αὐτούς, ἀλλὰ καὶ ἡ ὄψις ἐκφοβήσασα διολέσαι.
—
καὶ χωρὶς δὲ τούτων ἑνὶ πνεύματι πεσεῖν ἐδύναντο ὑπὸ τῆς δίκης διωχθέντες, καὶ λικμηθέντες ὑπὸ πνεύματος δυνάμεώς σου· ἀλλὰ πάντα μέτρῳ καὶ ἀριθμῷ καὶ σταθμῷ διέταξας.
—
τὸ γὰρ μεγάλως ἰσχύειν πάρεστίν σοι πάντοτε, καὶ κράτει βραχίονός σου τίς ἀντιστήσεται;
—
ὅτι ὡς ῥοπὴ ἐκ πλαστίγγων ὅλος ὁ κόσμος ἐναντίον σου, καὶ ὡς ῥανὶς δρόσου ὀρθρινὴ κατελθοῦσα ἐπὶ γῆν.
—
ἐλεεῖς δὲ πάντας, ὅτι πάντα δύνασαι, καὶ παρορᾷς ἁμαρτήματα ἀνθρώπων εἰς μετάνοιαν.
—
ἀγαπᾷς γὰρ τὰ ὄντα πάντα, καὶ οὐδὲν βδελύσσῃ ὧν ἐποησας, οὐδέ γὰρ ἂν μισῶν τι κατεσκεύασας.
—
πῶς δὲ ἔμεινεν ἄν τι εἰ μὴ σὺ ἠθέλησας, ἢ τὸ μὴ κληθὲν ὑπὸ σοῦ διετηρήθη;
—
φείδῃ δὲ πάντων, ὅτι σά ἐστιν, Δέσποτα φιλόψυχε.
—