Parallel
Tobit 8
Swete's Septuagint · Berean Standard Bible
ὁ δὲ πορευομενος ἐμνήσθη τῶν λόγων Ῥαφαήλ, καὶ ἔλαβεν τὴν τέφραν τῶν θυμιαμάτων καὶ ἐπέθηκεν τὴν καρδίαν τοῦ ἰχθύος καὶ τὸ ἦπαρ, καὶ ἐκάπνισεν.
—
ὅτε δὲ ὠσφράνθη τὸ δαιμόνιον τῆς ὀσμῆς, ἔφυγεν εἰς τὰ ἀνώτατα Αἰγύπτου, καὶ ἔδησεν αὐτὸ ὁ ἄγγελος.
—
ὡς δὲ συνεκλείσθησαν ἀμφότεροι, ἀνέστη Τωβείας ἀπὸ τῆς κλίνης καὶ εἶπεν Ἀνάστηθι, ἀδελφή, καὶ προσευξώμεθα ἴνα ἡμᾶς ἐλεήσῃ ὁ κύριος.
—
καὶ ἤρξατο Τωβίας λέγειν Εὐλογητὸς εἶ ὁ θεὸς τῶν πατέρων ἡμῶν, καὶ εὐλογητὸν τὸ ὄνομά σου τὸ ἅγιον καὶ ἔνδοξον εἰς τοὺς αἰῶνας· εὐλογησάτωσάν σε οἱ οὐρανοὶ καὶ πᾶσαι αἱ κτίσεις σου.
—
σὺ ἐποίησας Ἀδάμ, καὶ ἔδωκας αὐτῷ βοηθὸν Εὕαν στήριγμα τὴν γυναῖκα αὐτοῦ· ἐκ τούτων ἐγενήθη τὸ ἀνθρώπων, σπέρμα. σὺ εἶπας Οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον, ποιήσωμεν αὐτῷ βοηθὸν ὅμοιον αὐτῷ.
—
καὶ νῦν, Κύριε, οὐ διὰ πορνείαν ἐγὼ λαμβάνω τὴν ἀδελφὴν μου ταύτην, ἀλλ᾿ ἐπ᾿ ἀληθείας· ἐπίταξον ἐλεῆσαί με καὶ αὐτῇ συνκαταγηρᾶσαι.
—
καὶ εἶπεν Ἔδνᾳ τῇ γυναικὶ αὐτοῦ (¹⁴)Ἀπόστειλον μίαν τῶν παιδισκῶν, καὶ εἰδέτωσαν εἰ ζῇ· εἰ δὲ μή, ἵνα θάψωμεν αὐτὸν καὶ μηδεὶς γνῷ.
—
Καὶ εὐλόγησεν Ῥαγουὴλ τὸν θεὸν λέγων Εὐλογητὸς εἶ σὺ ὁ θεὸς ἐν πάσῃ εὐλογίᾳ· καὶ εὐλογείτωσάν σε οἱ ἅγιοί σου καὶ πᾶσαι αἱ κτίσεις σου, πάντες οἱ ἄγγελοί σου καὶ οἱ ἐκλεκτοί σου εὐλογείτωσάν σε εἰς τοὺς αἰῶνας.
—
εὐλογητὸς εἶ ὅτι ηὔφρανάς με, καὶ οὐκ ἐγένετό μοι καθὼς ὑπενόουν, (18)ἀλλὰ κατὰ τὸ πολὺ ἔλεός σου ἐποίησας μεθʼ ἡμῶν.
—
εὐλογητὸς εἶ ὅτι ἠλέησας δύο μονογενεῖς· ποίησον αὐτοῖς, δέσποτα, ἔλεος, συντέλεσον τὴν ζωὴν αὐτῶν ἐν ὑγείᾳ μετὰ εὐφροσύνης καὶ ἐλέους.
—
καὶ εἶπεν αὐτῷ Ῥαγουὴλ πρὶν ἢ συντελεσθῆναι τὰς ἡμέρας τοῦ γάμου ἐνόρκως, μὴ ἐξελθεῖν αὐτὸν ἐὰν μὴ πληρωθῶσιν αἱ δέκα τέσσαρες ἡμέραι τοῦ γάμου,
—
καὶ τότε λαβόντα τὸ ἥμισυ τῶν ὑπαρχόντων αὐτοῦ πορεύεσθαι μετὰ ὑγείας πρὸς τὸν πατέρα· καὶ τὰ λοιπὰ ὅταν ἀποθάνω καὶ ἡ γυνή μου.
—