Skip to content

Parallel

Tobit 9

Swete's Septuagint · Berean Standard Bible

9:1
Καὶ ἐκάλεσεν Τωβίας τὸν Ῥαφαὴλ καὶ εἶπεν αὐτῷ
9:2
Ἀζαρία ἀδελφέ, (3)λάβε μετὰ σεαυτοῦ παῖδα καὶ δύο καμήλους. καὶ πορεύθητι ἐν Ῥάγοις τῆς Μηδείας παρὰ Γαβαήλ, καὶ κόμισαί μοι τὸ ἀργύριον καὶ αὐτὸν ἄγε μοι εἰς τὸν γάμον.
9:3
διότι ὀμώμοχεν Ῥαγουὴλ μὴ ἐξελθεῖν με·
9:4
καὶ ὁ πατήρ μου ἀριθμεῖ τὰς ἡμέρας, καὶ ἐὰν χρονίσω μέγα, ὀδυνηθήσεται λίαν.
9:5
καὶ ἐπορεύθη Ῥαφαήλ, καὶ ηὐλίσθη παρὰ Γαβαήλ, καὶ ἔδωκεν αὐτῷ τὸ χειρόγραφον· ὃς δὲ προήνεγκεν τὰ θυλάκια ἐν ταῖς σφραγῖσιν καὶ ἔδωκεν αὐτῷ.
9:6
καὶ ὤρθρευσαν κοινῶς καὶ ἤλθοσαν εἰς τὸν γάμον, καὶ εὐλόγησεν Γωβείας τὴν γυναῖκα αὐτοῦ.