Parallel
Tobit 7
Swete's Septuagint · Berean Standard Bible
Καὶ ἦλθεν εἰς Ἐκβάτανα *καὶ παρεγένετο εἰς τὴν οἰκίαν Ῥαγουήλ, καὶ Σάρρα δὲ ὑπήντησεν αὐτῷ· καὶ ἐχαιρέτισεν αὐτὸν καὶ αὐτὸς αὐτούς. καὶ εἰσήγαγεν αὐτοὺς εἰς τὴν οἰκίαν.
—
καὶ ἠρώτησεν αὐτοὺς Ῥαγουὴλ Πόθεν ἐστέ, ἀδελφοί; καὶ εἶπαν αὐτῷ Ἐκ τῶν υἱῶν Νεφθαλεὶ τῶν αἰχμαλώτων ἐκ Νινευή.
—
καὶ εὐλόγησεν αὐτὸν καὶ εἶπεν αὐτῷ Ὁ τοῦ καλοῦ καὶ ἀγαθοῦ ἀνθρώπου· καὶ ἀκούσας ὅτι Τωβεὶτ ἀπώλεσεν τοὺς ὀφθαλμοὺς ἑαυτοῦ, ἐλυπήθη καὶ ἔκλαυσεν.
—
καὶ ἔθυσαν κριὸν προβάτων, καὶ παρέθηκαν ὄψα πλείονα. (10)Εἶπεν δὲ Τωβείας τῷ Ῥαφαήλ Ἀζαρία ἀδελφέ, λάλησου ὑπὲρ ὧν ἔλεγες ἐν τῇ πορεία, καὶ τελεσθήτω τὸ πρᾶδγμα.
—
καὶ μετέδωκεν τὸν λόγον τῷ Ῥαγουήλ. καὶ εἶπεν Ῥαγουὴλ πρὸς Τωβείαν Φάγε, πίε καὶ ἡδέως γίνου, σοὶ γὰρ καθήκει τὸ παιδίον μου λαβεῖν· πλὴν ὑποδείξω τὴν ἀλήθειαν.
—
ἔδωκα τὸ παιδίον μου ἑπτὰ ἀνδράσιν, καὶ ὁπότε ἐὰν εἰσεπορεύοντο πρὸς αὐτήν, ἀπέθνησκον ὑπὸ νύκτα. ἀλλὰ τὸ νῦν ἔχων ἡδέως γίνου. καὶ εἶπεν Τωβίας Οὐ γεύομαι οὐδὲν ὧδε ἕως ἂν στήσητε καὶ σταθῆτε πρὸς μέ. καὶ εἶπεν Ῥαγουήλ Κομίζου αὐτὴν ἀπὸ τοῦ νῦν κατὰ τὴν κρίσιν· οὺ δὲ ἀδελφὸς εἶ αὐτῆς, καὶ αὐτή σού ἐστιν· ὁ δὲ ἐλεήμων θεὸς εὐοδώσει ὑμῖν τὰ κάλλιστα.
—
καὶ ἐκάλεσεν Σάρραν τὴν θυγατέρα αὐτοῦ, καὶ λαβὼν τῆς χειρὸς αὐτῆς παρέδωκεν αὐτὴν Τωβείᾳ γυναίκα, καὶ εἶπεν Ἰδοὺ κατὰ τὸν νόμον Μωυσέως κομίζου αὐτὴν καὶ ἄπαγε πρὸς τὸν πατέρα σου· καὶ εὐλόγησεν αὐτοὺς.
—
καὶ ἐκάλεσεν Ἔδναν τὴν γυναῖκα αὐτοῦ· (1⁶)καὶ λαβὼν βιβλίον ἔγραψεν συνγραφὴν καὶ ἐσφραγίσαντο.
—
καὶ ἐκάλεσεν Ῥαγουὴλ Ἔδναν τὴν γυναῖκα αὐτοῦ καὶ εἶπεν αὐτῇ Ἀδελφή, ἑτοίμασον τὸ ἕτερον ταμεῖον καὶ εἴσαγε αὐτήν.
—
καὶ ἐποίησεν ὡς εἶπεν καὶ εἰσήγαγεν αὐτὴν ἐκεῖ, καὶ ἔκλαυσεν· καὶ ἀπέδέξατο τὰ δάκρυα τῆς θυγατρὸς αὐτῆς (20)καὶ εἶπεν αὐτῇ
—
Θάρσει, τέκνον, ὁ κύριος τοῦ οὐρανοῦ καὶ τῆς γῆς δώῃ σοι χάριν ἀντὶ τῆς λύπης σου ταύτης· θάρσει, θύγατερ.
—