Μὴ ποίει κακά, καὶ οὐ μή σε καταλάβῃ κακόν·
—
ἀπόστηθι ἀπὸ ἀδίκου, καὶ ἐκκλινεῖ ἀπὸ σοῦ.
—
υἱέ, μὴ σπεῖρε ἐπʼ αὔλακας ἀδικίας, καὶ οὐ μὴ θερίσῃς αὐτὰς ἑπταπλασίως.
—
μὴ ζήτει παρὰ Κυρίου ἡγεμονίαν, μηδὲ παρὰ βασιλέως καθέδραν δόξης.
—
μὴ δικαιοῦ ἔναντι Κυρίου, καὶ παρὰ βασιλεῖ μὴ σοφίζου.
—
μὴ ζήτει γενέσθαι κριτής. μὴ οὐκ ἐξισχύσεις ἐξᾶραι ἀδικίας· μή ποτε εὐλαβηθῇς ἀπὸ προσώπου δυνάστου, καὶ θήσεις σκάνδαλον ἐν εὐθύτητί σου.
—
μὴ ἁμάρτανε εἰς πλῆθος πόλεως, καὶ μὴ καταβάλῃς σεαυτὸν ἐν ὄχλῳ.
—
μὴ καταδεσμεύσῃς δὶς ἁμαρτίαν, ἐν γὰρ τῇ μιᾷ οὐκ ἀθῷος ἔσῃ.
—
μὴ εἴπῃς Τῷ πλήθει τῶν δώρων μου ἐπόψεται, καὶ ἐν τῷ προσενέγκαι με θεῷ ὑψίστῳ προσδέξεται.
—
μὴ ὀλιγοψυχήσῃς ἐν τῇ προσευχῇ σου, καὶ ἐλεημοσύνην ποιῆσαι μὴ παρίδῃς.
—
μὴ καταγέλα ἄνθρωπον ὄντα ἐν πικρίᾳ ψυχῆς αὐτοῦ· ἔστιν γὰρ ὁ ταπεινῶν καὶ ἀνυψῶν.
—
μὴ ἀροτρία ψεῦδος ἐπ᾿ ἀδελφῷ σου. μηδέ φίλῳ τὸ ὅμοιον ποίει.
—
μὴ θέλε ψεύδεσθαι πᾶν ψεῦδος· ὁ γὰρ ἐνδελεχισμὸς αὐτοῦ οὐκ εἰς ἀγαθόν.
—
μὴ ἀδολέσχει ἐν πλήθει πρεσβυτέρων, καὶ μὴ δευτερώσῃς λόγον ἐν προσευχῇ σου.
—
μὴ μισήσῃς ἐπίπονον ἐργασίαν καὶ γεωργίαν ὑπὸ Ὑψίστου ἐκτισμένην.
—
μὴ ἀλλάξῃς φίλον ἕνεκεν ἀδιαφόρου, μηδὲ ἀδελφὸν γνήσιον ἐν χρυσίῳ Σουφείρ.
—
μὴ ἀστόχει γυναικὸς σοφῆς καὶ ἀγαθῆς, καὶ γὰρ χάρις αὐτῆς ὑπὲρ τὸ χρυσίον.
—
μὴ κακώσῃς οἰκέτην ἐργαζόμενον ἐν ἀληθεία, μηδὲ μίσθιον διδόντα ψυχὴν αὐτοῦ·
—
οἰκέτην ἀγαθὸν ἀγαπάτω σου ἡ ψυχή· μὴ στερήσῃς αὐτὸν ἐλευθερίας.
—
Κτήνη σοί ἐστιν ; ἐπισκέπτου αὐτά, καὶ εἰ ἔστιν σοι χρήσιμα, ἐμμενέταω σοι.
—
τέκνα σοί ἐστιν; παίδευσον αὐτά, καὶ κάμψον ἐκ νεότητος τὸν τράχηλον αὐτῶν.
—
θυγατέρες σοί εἰσιν; πρόσεχε τῷ σώματι αὐτῶν, καὶ μὴ ἱλαρώσῃς πρὸς αὐτὰς τὸ πρόσαωπόν σου.
—
εκδου θυγατέρα, καὶ ἔσῃ τετελεκὼς ἔργον μέγα, καὶ ἀνδρὶ συνετῷ δώρησαι αὐτήν.
—
γυνή σοί ἐστιν κατὰ ψυχήν μὴ ἐκβάλῃς αὐτήν.
—
ἐν ὅλῃ καρδἰᾳ (29)δόξασον τὸν πατέρα σου, καὶ μητρὸς ὠδῖνας μὴ ἐπιλάθῃ·
—
μνήσθητι ὅτι δι᾿ αὐτῶν ἐγενήθης, καὶ τί ἀνταποδώσεις αὐτοῖς καθὼς αὐτοὶ σοί;
—
ἐν ὅλῃ ψυχῇ σου εὐλαβοῦ τὸν κύριον. καὶ τοὺς ἱερεῖς αὐτοῦ θαύμαζε·
—
ἐν ὅλῃ δυνάμει ἀγάπησον τὸν ποιήσαντά σε, καὶ τοὺς λειτουργοὺς αὐτοῦ μὴ ἐγκαταλίπῃς.
—
φοβοῦ τὸν κύριον καὶ δόξασον ἱερέα, (34)καὶ δὸς τὴν μερίδα αὐτῷ καθὼς ἐντέταλταί σοι ἀπʼ ἀρχῆς. (35)καὶ περὶ πλημμελίας καὶ δόσιν βραχιόνων καὶ θυσίαν ἁγιασμοῦ καὶ ἀπαρχήν.
—
καὶ πτωχῷ ἔκτεινον τὴν χεῖρά σου, ἵνα τελειωθῇ ἡ εὐλογία σου.
—
χάρις δόματος ἔναντι παντὸς ζῶντος, καὶ ἐπὶ νεκρῷ μὴ ἀποκωλύσῃς χάριν.
—
μὴ ὑστέρει ἀπὸ κλαιόντων, καὶ μετὰ πευθούντων πένθησον.
—
μὴ ὄκνει ἐπισκέπτεσθαι ἄρρωστον· ἐκ γὰρ τῶν τοιούταων ἀγαπηθήσῃ.
—
ἐν πᾶσι τοῖς λόγοις σου μιμνήσκου τὰ ἔσχατά σου, καὶ εἰς τὸν αἰῶνα οὐχ ἁμαρτήσεις.
—