μὴ ἐπάρῃς σεαυτὸν ἐν βουλῇ ψυχῆς σου, ἵνα μὴ διαρπαγῇ ὡς ταῦρος ἡ ψυχή σου·
—
τὰ φύλλα σου καταφάγεσαι καὶ τοὺς καρποὺς σου ἀπολέσεις, καὶ ἀφήσεις σεαυτὸν ὡς ξύλον ξηρόν.
—
Ψυχὴ πονηρὰ ἀπολεῖ τὸν κτησάμενον αὐτήν, καὶ ἐπίχαρμα ἐχθρῶν ποιήσει αὐτόν.
—
λάρυγξ γλυκὺς πληθυνεῖ φίλους αὐτοῦ, καὶ γλῶσσα εὔλαλος πληθυνεῖ εὐπροσήγορα.
—
οἱ εἰρηνεύοντές σοι ἔστωσαν πολλοί, οἱ δὲ σύμβουλοί σου εἰς ἀπὸ χιλίων.
—
εἰ κτᾶσαι φίλον, ἐν πειρασμῷ κτῆσαι αὐτόν, καὶ μὴ ταχὺ ἐμπιστεύσῃς αὐτῷ.
—
ἔστιν γὰρ φίλος ἐν καιρῷ αὐτοῦ, καὶ οὐ μὴ παραμείνῃ ἐν ἡμέρᾳ θλίψεως σου·
—
καὶ ἔστιν φίλος μετατιθέμενος εἰς ἔχθραν, καὶ μάχην ὀνειδισμοῦ σου ἀποκαλύψει·
—
καὶ ἔστιν φίλος κοινωνὸς τραπεζῶν, καὶ οὐ μὴ παραμείνῃ ἐν ἡμέρᾳ θλίψεώς σου·
—
καὶ ἐν τοῖς ἀγαθοῖς σου ἔσται ὡς σύ, καὶ ἐπὶ τοὺς οἰκέτας σου παρρησιάσεται·
—
ἐὰν ταπεινωθῇς, ἔσται κατὰ σοῦ, καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσεται.
—
ἀπὸ τῶν ἐχθρῶν σου διαχωρίσθητι, καὶ ἀπὸ τῶν φίλων σου πρόσεχε.
—
φίλος πιστὸς σκέπη κραταιά· ὁ δὲ εὑρὼν αὐτόν, εὗρεν θησαυρόν.
—
φίλου πιστοῦ οὐκ ἔστιν ἀντάλλαγμα, καὶ οὐκ ἔστιν σταθμὸς τῆς καλλονῆς αὐτοῦ.
—
φίλος πιστὸς φάρμακον ζωῆς, καὶ οἱ φοβούμενοι Κύριον εὑρήσουσιν αὐτόν.
—
ὁ φοβούμενος Κύριον εὐθυνεῖ φιλίαν αὐτοῦ, ὅτι κατʼ αὐτὸν οὕτως καὶ ὁ πλησίον αὐτοῦ.
—
Τέκνον, ἐκ νεότητός σου ἐπίλεξαι παιδίαν, καὶ ἕως πο λιῶν εὑρ ήσεις σος φίαν·
—
ὡς ὁ ἀροτριῶν καὶ ὁ σπείρφφν πρόσελθε αὐτῇ, καὶ ἀνάμενε τοὺς ἀγαθοὺς καρποὺς αὐτῆς· (20)ἐν γὰρ τῇ ἐργασίᾳ αὐτῆς ὀλίγον κοπιάσεις, καὶ ταχὺ φάγεσαι τῶν γενημάτων αὐτῆς.
—
ὡς ταχεῖά ἐστιν σφόδρα τοῖς ἀπαιδεύτοις, καὶ οὐκ ἐμμενεῖ ἐν αὐτῇ ἀκάρδιος·
—
ὡς λίθος δοκιμασίας ἰσχυρὸς ἔσται ἐπʼ αὐτῷ, καὶ οὐ χρονιεῖ ἀπορῖψαι αὐτήν.
—
σοφία γὰρ κατὰ τὸ ὄνομα αὐτῆς ἐστιν, καὶ οὐ πολλοῖς ἐστιν φανερά.
—
ἄκουσον, τέκνον, καὶ δέξαι γνώμην μου, καὶ μὴ ἀπαναίνου τὴν συμβουλίαν μου·
—
καὶ εἰσένεγκον τοὺς πόδας σου εἰς τὰς πέδας αὐτῆς, καὶ εἰς τὸν κλοιὸν αὐτῆς τὸν τράχηλόν σου·
—
ὑπόθες τὸν ὖμόν σου καὶ βάσταξον αὐτήν, καὶ μὴ προσοχθίσῃς τοῖς δεσμοῖς αὐτῆς·
—
ἐν πάσῃ ψυχῇ σου πρόσελθε αὐτῇ, καὶ ἐν ὅλῃ δυνάμει σου συντήρησον τὰς ὁδοὺς αὐτῆς.
—
ἐξίχνευσον καὶ ζήτησον, καὶ γνωσθήσεταί σοι, καὶ ἐγκρατὴς γενόμενος μὴ ἀρῇς αὐτήν·
—
ἐπ᾿ ἐσχάτων γὰρ εὑρήκεις τὴν ἀνάπαυσιν αὐτῆς, καὶ στραφήσεταί σοι εἰς εὐφροσύνην·
—
καὶ ἔσονταί σοι αἱ πέδαι εἰς σκέπην ἰσχύος, καὶ οἱ κλάδοι αὐτῆς εἰς στολὴν δόξης.
—
κόσμος γὰρ χρύσεός ἐστιν ἐπʼ αὐτῆς, καὶ οἱ δεσμοὶ αὐτῆς κλῶσμα ὑακίνθινον·
—
στολὴν δόξης ἐνδύσῃ αὐτήν, καὶ στέφανον ἀγαλλιάματος περιθήσεις σεαυτῷ.
—
ἐὸν θέλῃς, τέκνον, παιδευθήσῃ, καὶ ἐὰν δῷς τὴν ψυχὴν σου, πανοῦργος ἔσῃ·
—
ἐὰν ἀγαπήσῃς ἀκούειν, ἐκδέξῃ, καὶ ἐὰν κλίνῃς τὸ οὖς σου, σοφὸς ἔσῃ.
—
ἐν πλήθει πρεσβυτέρων στῆθι καὶ τίς σοφός; αὐτῷ προσκολλήθητι.
—
πᾶσαν διήγησιν θείαν θέλε ἀκούειν, καὶ παροιμίαι συνέσεως μὴ ἐκφευγέτωσάν σε.
—
ἐὰν ἴδῃς συνετόν, ὄρθριζε πρὸς αὐτόν, καὶ βαθμοὺς θυρῶν αὐτοῦ ἐκτριβέτω ὁ πούς σου.
—
διανοοῦ ἐν τοῖς προστάγμασιν Κυρίου, καὶ ἐν ταῖς ἐντολαῖς αὐτοῦ μελέτα διὰ παντός· αὐτὸς στηριεῖ τὴν καρδίαν σου, καὶ ἡ ἐπιθυμία τῆς σοφίας σου δοθήσεταί σοι.
—
καὶ ἀντὶ φίλου μὴ γίνου ἐχθρός· ὄνομα γὰρ πονηρὸν αἰσχύνη, καὶ ὄνειδος κληρονομήσει· οὕτως ὁ ἁμαρτωλὸς ὁ δίγλωσσος.
—