Skip to content

Parallel

Sirach (Ecclesiasticus) 5

Swete's Septuagint · Berean Standard Bible

5:1
μὴ ἔπεχε ἐπὶ τοῖς χρήμασίν σου, καὶ μὴ εἴπῃς Αὐτάρκη μοί ἐστιν.
—
5:2
μὴ ἐξακολούθει τῇ ψυχῇ σου καὶ τῇ ἰσχύι σου, πορεύεσθαι ἐν ἐπιθυμίαις καρδίας σου·
—
5:3
καὶ μὴ εἴπῃς Τίς με δυναστεύσει; ὁ γὰρ κύριος ἐκδικῶν ἐκδικήσει σε.
—
5:4
μὴ εἴπῃς Ἥμαρτον, καὶ τί μοι ἐγένετο ; ὁ γὰρ κύριός ἐστιν μακρόθυμος.
—
5:5
περὶ ἐξιλασμοῦ μὴ ἄφοβος γίνου. προσθεῖναι ἁμαρτίαν ἐφʼ ἁμαρτίαις·
—
5:6
καὶ μὴ εἴπῃς Ο οἰκτειρμὸς αὐτοῦ πολύς, τὸ πλῆθος τῶν ἁμαρτιῶν μου ἐξιλάσεται· (7)ἔλεος γὰρ καὶ ὀργὴ παρʼ αὐτοῦ, καὶ ἐπὶ ἁμαρτωλοὺς καταπαύσει ὁ θυμὸς αὐτοῦ·
—
5:7
μὴ ἀνάμενε ἐπιστρέψαι πρὸς Κύριον, καὶ μὴ ὑπερβάλλου ἡμέραν ἐξ ἡμέρας· (9)ἐξάπινα γὰρ ἐξελεύσεται ὀργὴ Κυρίου. καὶ ἐν καιρῷ ἐκδικήσεως ἐξολῇ.
—
5:8
μὴ ἔπεχε ἐπὶ χρήμασιν ἀδίκοις· οὐδὲν γὰρ ὠφελήσεις ἐν ἡμέρᾳ ἐπαγωγῆς
—
5:9
μὴ λίκμα ἐν παντὶ ἀνέμῳ, καὶ μὴ πορεύου ἐν πάσῃ ἀτραπῷ· οὕτως ὁ ἁμαρτωλὸς ὁ δίγλωσσος.
—
ἵσθι ἐστηριγμένος ἐν συνέσει σου, καὶ εἷς ἔστω σου ὁ λόγος.
—
γίνου ταχὺς ἐν ἀκροάσει σου, καὶ ἐν μακροθυμίᾳ φθέγγου ἀπόκρισιν.
—
εἰ ἔστιν σοι σύνεσις, ἀποκρίθητι τῷ πλησίον· εἰ δὲ μή, ἡ χείρ σου ἔστω ἐπὶ στόματί σου.
—
δόξα καὶ ἀτιμία ἐν λαλιᾷ, καὶ γλῶσσα ἀνθρώπου πτῶσις αὐτῷ.
—
μὴ κληθῇς ψίθυρος, καὶ τῇ γλώσσῃ σου μὴ ἐνεδρευθῇς· (17)ἐπὶ γὰρ τῷ κλέπτῃ ἐστὶν αἰσχύνη, καὶ κατάγνωσις πονηρὰ ἐπὶ διγλώσσου.
—
ἐν μεγάλῳ καὶ ἐν μικρῷ μὴ ἀγνόει,
—