Skip to content

Parallel

Sirach (Ecclesiasticus) 8

Swete's Septuagint · Berean Standard Bible

8:1
Μὴ διαμάχου μετὰ ἀνθρώπου δυνάστου, μὴ ποτε ἐμπέσῃς εἰς τὰς χεῖρας αὐτοῦ.
8:2
μὴ ἔριζε μετὰ ἀνθρώπου πλουσίου, μὴ ποτε ἀντιστήσῃ σου τὴν ὁλκήν· (3)πολλοὺς γὰρ ἀπώλεσεν τὸ χρυσίον, καὶ καρδίας βασιλέων ἐξέκλινεν.
8:3
μὴ διαμάχου μετὰ ἀνθρώπου γλωσσώδους, καὶ μὴ ἐπιστοιβάσῃς ἐπὶ τὸ πῦρ αὐτοῦ ξύλα.
8:4
μὴ πρόσπαιζε ἀπαιδεύτῳ, ἵνα μὴ ἀτιμάζωνται οἱ πρόγονοί σου.
8:5
μὴ ὀνείδιζε ἄνθρωπον ἀποστρέφοντα ἀπὸ ἁμαρτίας· μνήσθητι ὅτι πάντες ἐσμὲν ἐν ἐπιτίμοις.
8:6
μὴ ἀτιμάσῃς ἄνθρωπον ἐν γήρει αὐτοῦ, καὶ γὰρ ἐξ ἡμῶν γηράσκουσιν.
8:7
μὴ ἐπίχαιρε ἐπὶ νεκρῷ· μνήσθητι ὅτι πάντες τελευτῶμεν.
8:8
μὴ παρίδῃς διήγημα σοφῶν, καὶ ἐν ταῖς παροιμίαις αὐτῶν ἀναστρέφου· (10)ὅτι παρʼ αὐτῶν μαθήσῃ παιδείαν καὶ λειτουργῆσαι μεγιστᾶσιν.
8:9
μὴ ἀστόχει διηγήματος γερόντων, καὶ γὰρ αὐτοὶ ἔμαθον παρὰ τῶν πατέρων αὐτῶν· ὅτι παρʼ αὐτῶν μαθήσῃ σύνεσιν καὶ ἐν καιρῷ χρείας δοῦναι ἀπόκρισιν.
μὴ ἔκκαιε ἄνθρακας ἁμαρτωλοῦ, μὴ ἐμπυρισθῇς ἐν πυρὶ φλογὸς αὐτοῦ.
μὴ ἐξαναστῇς ἀπὸ προσώπου ὑβριστοῦ, ἵνα μὴ ἐνκαθίσῃ ὡς ἔνεδρον τῷ στόματί σου.
μὴ δανίσῃς ἀνθρὠπῳ ἰσχυροτέρῳ σου, καὶ ἐὰν δανίσῃς, ὡς ἀπολωλεκὼς γίνου.
μὴ ἐγγυήσῃ ὑπέρ δύναμίν σου, καὶ ἐὰν ἐγγυήσῃ, ὡς ἀποτίσων φρόντιζε.
μὴ δικάζου μετὰ κριτοῦ· κατὰ γὰρ τὴν δόξαν αὐτοῦ κρινοῦσιν αὐτῷ.
μετὰ τολμηροῦ μὴ πορεύου ἐν ὁδῷ, ἵνα μὴ καταβαρύνηται κατὰ σοῦ· αὐτὸς γὰρ κατὰ τὸ θέλημα αὐτοῦ ποιήσει, καὶ τῇ ἀφροσύνῃ αὐτοῦ συναπολῇ.
μετὰ θυμώδους μὴ ποιήσῃς μάχην, καὶ μὴ διαπορεύου μετʼ αὐτοῦ τὴν ἔρημον· ὅτι ὡς οὐδὲν ἐν ὀφθαλμοῖς αὐτοῦ αἷμα, καὶ ὅπου οὐκ ἔστιν βοήθεια καταβαλεῖ σε.
μετὰ μωροῦ μὴ συμβουλεύου, οὐ γὰρ δυνήσεται λόγον στέξαι.
ἐνώπιον ἀλλοτρίου μὴ ποιήσῃς κρυπτόν, οὐ γὰρ γινώσκεις τί τέξεται.
παντὶ ἀνθρώπῳ μὴ ἔκφαινε σὴν καρδίαν, καὶ μὴ ἀναφερέτω σοι χάριν.