Parallel
Sirach (Ecclesiasticus) 47
Swete's Septuagint · Berean Standard Bible
ἐν νεότητι αὐτοῦ (⁴)οὐχὶ ἀπέκτεινεν γίγαντα, καὶ ἐξῆρεν ὀνειδισμὸν ἐκ λαοῦ (5)ἐν τῷ ἐπᾶραι χεῖρα ἐν λίθῳ σφενδόνης καὶ καταβαλεῖν γαυρίαμα τοῦ Γολιάθ ;
—
ἐπεκαλέσατο γὰρ Κύριον τὸν ὕψιστον, καὶ ἔδωκεν ἐν τῇ δεξιᾷ αὐτοῦ κράτος, ἐξᾶραι ἄνθρωπον ἐν πολέμῳ· ἀνυψώσει κέρας λαοῦ αὐτοῦ.
—
οὕτως ἐν μυριάσιν ἐδόξασεν αὐτόν, καὶ ᾔνεσεν αὐτὸν ἐν εὐλογίαις Κυρίου ἐν τῷ φέρεσθαι αὐτῷ διάδημα δόξης.
—
ἐξέτριψεν γὰρ ἐχθροὺς κυκλόθεν, καὶ ἐξουδένωσεν Φυλιστιεὶμ τοὺς ὑπεναντίους ἕως σήμερον συνέτριψεν αὐτῶν κέρας.
—
ἐν παντὶ ἔργῳ αὐτοῦ ἔδωκεν ἐξομολόγησιν ἁγίῳ Ὑψίστῳ, ῥήματι δόξης· (10)ἐν πάσῃ καρδίᾳ αὐτοῦ ὕμνησεν καὶ ἠγάπησεν τὸν ποιήσαντα αὐτόν.
—
εἔδωκεν ἐν ἑορταῖς εὐπρέπειαν, καὶ ἐκόσμησεν καιροὺς μέχρι συντελείας, ἐν τῷ αἰνεῖν αὐτοὺς τὸ ἅγιον ὄνομα αὐτοῦ καὶ ἀπὸ πρωὶ ἠχεῖν τὸ ἁγίασμα.
—
Κύριος ἀφεῖλεν τὰς ἁμαρτίας αὐτοῦ, καὶ ἀνύψωσεν εἰς αἰῶνα τὸ κέρας αὐτοῦ, καὶ ἔδωκεν αὐτῷ διαθήκην βασιλέων καὶ θρόνον δόξης ἐν τῷ Ἰσραήλ.
—
Σαλωμὼν ἐβασίλευσεν ἐν ἡμέραις εἰρήνης, ᾧ ὁ θεὸς κατέπαυσεν κυκλόθεν, ἵνα στήσῃ οἶκον ἐπʼ ὀνόματι αὐτοῦ καὶ ἑτοιμάσῃ ἁγίασμα εἰς τὸν αἰῶνα.
—
ἐν ὀνόματι Κυρίου τοῦ θεοῦ, τοῦ ἐπικεκλημένου θεοῦ Ἰσραήλ, (20) δσυνήγαγες ὡς κασσίτερον τὸ χρυσίον, καὶ ὡς μόλιβον ἐπλήθυνας ἀργύριον.
—
ἔδωκας μῶμον ἐν τῆ δόξῃ σου, καὶ ἐβεβήλωσας τὸ σπέρμα σου, ἐπαγαγεῖν ἀργὴν ἐπὶ τὰ τέκνα σου, καὶ κατενύγην ἐπὶ τῇ ἀφροσύνῃ σου,
—
ὁ δὲ Κύριος οὐ μὴ καταλίπῃ τὸ ἔλεος αὐτοῦ, καὶ οὐ μὴ διαφθαρῇ ἀπὸ τῶν ἔργων αὐτοῦ, οὐδὲ μὴ ἐξαλείψῃ ἐκλεκτοῦ αὐτοῦ ἔκγονα, καὶ σπέρμα τοῦ ἀγαπήσαντος αὐτὸν οὐ μὴ ἐξάρῃ· (25)καὶ τῷ Ἰακὼβ ἔδωκεν κατάλιμμα. καὶ τῷ Δαυείδ ἐξ αὐτοῦ ῥίζαν.
—
καὶ ἀνεπαύσατο Σαλωμὼν μετὰ τῶν πατέραων, (27)καὶ κατέλιπεν μετʼ αὐτὸν ἐκ τοῦ σπέρματος αὐτοῦ λαοῦ ἀφροσύνην (28) καὶ ἐλασσούμενον συνέσει Ῥοβοάμ, ὅς ἀπέστησεν λαὸν ἐκ βουλῆς αὐτοῦ, (29)καὶ Ἰεροβοὰμ υἱὸν Ναβάτ, ὃς ἐξήμαρτεν τὸν Ἰσραὴλ καὶ ἔδωκεν τῷ Ἐφράιμ ὁδὸν ἁμαρτίας.
—