καὶ ἀνέστη Ἠλίας προφήτης ὡς πῦρ, καὶ ὁ λόγος αὐτοῦ ὡς λαμπὰς ἐκαίετο·
—
ὃς ἐπήγαγεν ἐπʼ αὐτοὺς λιμόν, καὶ τῷ ζήλῳ αὐτοῦ ὠλιγοποίησεν αὐτούς·
—
ἐν λόγῳ Κυρίου ἀνέσχεν οὐρανόν, κατήγαγεν οὕτως τρὶς πῦρ.
—
ὡς ἐδοξάσθης, Ἠλεία, ἐν τοῖς θαυμασίοις σου· καὶ τίς ὅμοιός σοι καυχᾶσθαι;
—
ὁ ἐγείρας νεκρὸν ἐκ θανάτου καὶ ἐξ ᾅδου ἐν λόγῳ Ὑψίστου·
—
ὁ καταγαγὼν βασιλεῖς εἰς ἀπωλίαν καὶ δεδοξασμένους ἀπὸ κλίνης αὐτῶν·
—
ἀκούων ἐν Σεινὰ ἐλεγμὸν καὶ ἐν Χωρὴβ κρίματα ἐκδικήσεως·
—
ὁ χρίων βασιλεῖς εἰς ἀνταπόδομα, καὶ προφήτας διαδόχους μετʼ αὐτόν·
—
ὁ ἀναλημφθεὶς ἐν λαίλαπι πυρὸς ἐν ἄρματι ἵππαων πυρίνων·
—
ὁ καταγραφεὶς ἐν ἐλεγμοῖς εἰς καιρούς, κοπάσαι ὀργὴν πρὸ θυμοῦ καὶ ἐπιστρέψαι καρδίαν πατρὸς πρὸς υἱὸν καὶ καταστῆσαι φυλὰς Ἰακώβ.
—
¹¹μακάριοι οἱ ἰδόντες σε καὶ οἱ ἐν ἀγαπήσει κεκοσμημένοι, (12)καὶ γὰρ ἡμεῖς ζωῇ ζησόμεθα.
—
Ἠλείας ὃς ἐν λαίλαπι ἐσκεπάσθη· καὶ Ἐλεισαῖε ἐνεπλήσθη πνεύματος αὐτοῦ, καὶ ἐν ἡμέραις αὐτοῦ οὐκ ἐσαλεύθη ὑπὸ ἄρχοντος, καὶ οὐ κατεδυνάστευσεν αὐτὸν οὐδείς.
—
πᾶς λόγος οὐχ ὑπερῆρεν αὐτόν, καὶ ἐν κοιμήσει ἐπροφήτευσεν τὸ σῶμα αὐτοῦ·
—
καὶ ἐν ζωῇ αὐτοῦ ἐποίησεν τέρατα, καὶ ἐν τελευτῇ θαυμάσια τὰ ἔργα αὐτοῦ.
—
ἐν πᾶσιν τούτοις οὐ μετενόησεν ὁ λαός, καὶ οὐκ ἀπέστησαν ἀπὸ τῶν ἁμαρτιῶν, ἕως ἐπρονομεύθησαν ἀπὸ τῆς γῆς αὐτῶν καὶ ἐσκορπίσθησαν ἐν πάσῃ τῇ γῇ, (17) καὶ κατελείφθη ὁ λαὸς ὀλιγοστός, καὶ ἄρχων τῷ οἴκῳ Δαυείδ.
—
τινὲς μὲν αὐτῶν ἐποίησαν τὸ ἀρεστόν, τινὲς δὲ ἐπλήθυναν ἁμαρτίας.
—
Ἑζεκίας ὠχύρωσεν τὴν πόλιν αὐτοῦ, καὶ εἰσήγαγεν εἰς μέσον αὐτῶν τὸν Γώγ· ὤρυξεν σιδήρῳ ἀκρότομον, καὶ ᾠκοδόμησεν κρήνας εἰς ὕδατα.
—
ἐν ἡμέραις αὐτοῦ ἀνέβη Σενναχηρεὶμ καὶ ἀπέστειλεν Ῥαψάκην, καὶ ἀπῆρεν· καὶ ἐπῆρεν ἡ χεὶρ αὐτοῦ ἐπὶ Σειών, καὶ ἐμεγαλαύχησεν ὑπερηφανίᾳ αὐτοῦ.
—
τότε ἐσαλεύθησαν καρδίαι καὶ χεῖρες αὐτῶν, καὶ ὠδίνησαν ὡς αἱ τίκτουσαι·
—
καὶ ἐπεκαλέσαντο τὸν κύριον τὸν ἐλεήμονα, ἐκπετάσαντες τὰς χεῖρας αὐτῶν πρὸς αὐτόν. καὶ ὁ ἅγιος ἐξ οὐρανοῦ ταχὺ ἐπήκουσεν αὐτῶν, (23)καὶ ἐλυτρώσατο αὐτοὺς ἐν χειρὶ Ἠσαίου·
—
ἐπάταξεν τὴν παρεμβολὴν τῶν Ἀσσυρίων, καὶ ἐξέτριψεν αὐτοὺς ὁ ἄγγελος αὐτοῦ.
—
ἐποίησεν γὰρ Ἑζεκίας τὸ ἀρεστὸν Κυρίῳ, καὶ ἐνίσχυσεν ἐν ὁδοῖς Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ, ἃς ἐνετείλατο Ἠσαίας ὁ προφήτης ὁ μέγας καὶ πιστὸς ἐν ὁράσει αὐτοῦ.
—
ἐν ταῖς ἡμέραις αὐτοῦ ἀνεπόδισεν ὁ ἥλιος, καὶ προσέθηκεν ζωὴν βασιλεῖ·
—
πνεύματι μεγάλῳ ἴδεν τὰ ἔσχατα, καὶ παρεκάλεσεν τοὺς πενθοῦντας ἐν Σειών·
—
ἕως τοῦ αἰῶνος ὑπέδειξεν τὰ ἐσόμενα καὶ τὰ ἀπόκρυφα πρὶν ἢ παραγενέσθαι αὐτά.
—