Parallel
Sirach (Ecclesiasticus) 46
Swete's Septuagint · Berean Standard Bible
κραταιὸς ἐν πολέμοις Ἰησοῦς Ναυῆ, καὶ διάδοχος Μωσῇ ἐν προφητείαις, ὃς ἐγένετο κατὰ τὸ ὄνομα αὐτοῦ (2)μέγας ἐπὶ σωτηρίᾳ ἐκλεκτῶν αὐτοῦ, ἐκδικῆσαι ἐπεγειρομένους ἐχθρούς, ὅπως κληρονομήσῃ τὸν Ἰσραήλ.
—
ἐπεκαλέσατο τὸν ὕψιστον δυνάστην ἐν τῷ θλίψαι αὐτὸν ἐχθροὺς κυκλόθεν καὶ ἐπήκουσεν αὐτῶν μέγας Κύριος ἐν λίθοις χαλάζης δυνάμεως κραταιᾶς·
—
κατέρραξεν ἐπ᾿ ἔθνος πόλεμον, καὶ ἐν καταβάσει ἀπώλεσεν ἀνθεστηκότας, (8)ἵνα γνῶσιν ἔθνη πανοπλίαν αὐτῶν, ὅτι ἐναντίον Κυρίου ὁ πόλεμος αὐτοῦ· καὶ γὰρ ἐπηκολούθησεν ὀπίσω Δυνάστου.
—
καὶ ἐν ἡμέραις Μωυσέως ἐποίησεν ἔλεος, αὐτὸς καὶ Χαλὲβ υἱὸς Ἰεφοννή, ἀντιστῆναι ἔναντι ἐχθροῦ, κωλῦσαι λαὸν ἀπὸ ἁμαρτίας καὶ κοπάσαι γογγυσμὸν πονηρίας.
—
καὶ αὐτοὶ δύο ὄντες διεσώθησαν ἀπὸ ἑξακοσίων χιλιάδων πεζῶν, εἰσαγαγεῖν αὐτοὺς εἰς κληρονομίαν, εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι.
—
καὶ ἔδωκεν ὁ κύριος τῷ Χαλὲβ ἰσχύν. καὶ ἕως γήρους διέμεινεν αὐτῷ, ἐπιβῆναι αὐτὸν ἐπὶ ὕψος τῆς γῆς. καὶ τὸ σπέρμα αὐτοῦ κατέσχεν κληρονομίαν·
—
καὶ οἱ κριταί, ἕκαστος τῷ αὐτοῦ ὀνόματι, ⁽¹4)ὅσων οὐκ ἐξεπόρνευσεν ἡ καρδία καὶ ὅσοι οὐκ ἀπεστράφησαν ἀπὸ Κυρίου, εἴη τὸ μνημόσυνον αὐτῶν ἐν εὐλογίαις·
—
τὰ ὀστᾶ αὐτῶν ἀναθάλοι ἐκ τοῦ τόπου, αὐτῶν, ⁽¹⁵)καὶ τὸ ὄνομα αὐτῶν ἀντικαταλλασσόμενον ἐφʼ υἱοῖς δεδοξασμένων αὐτῶν.
—
ἠγαπημένος ὑπὸ κυρίου αὐτοῦ προφήτης Κυρίου κατέστησεν βασιλέα, καὶ ἔχρισεν ἄρχοντας ἐπὶ τὸν λαὸν αὐτοῦ·
—
καὶ ἐπεκαλέσατο τὸν κύριον δυνάστην, ἐν τῷ θλίψαι ἐχθροὺς αὐτοῦ κυκλόθεν, ἐν προσφορᾷ ἀρνὸς γαλαθηνοῦ·
—
καὶ πρὸ καιροῦ κοιμήσεως αἰῶνος ἐπεμαρτύρατο ἔναντι Κυρίου καὶ χριστοῦ Χρήματα καὶ ἕως ὑποδημάτων ἀπὸ πάσης σαρκὸς οὐκ εἴληφα·Β καὶ οὐκ ἐνεκάλεσεν αὐτῷ ἄνθρωπος.
—
καὶ μετὰ τὸ ὑπνῶσαι αὐτὸν προεφήτευσεν καὶ ὑπέδειξεν βασιλεῖ τὴν τελευτὴν αὐτοῦ, καὶ ἀνύψωσεν ἐκ γῆς τὴν φωνὴν αὐτοῦ ἐν προφητεία, ἐξαλεῖψαι ἀνομίαν λαοῦ.
—