Skip to content

Parallel

Sirach (Ecclesiasticus) 45

Swete's Septuagint · Berean Standard Bible

ἠγαπημένον ὑπὸ θεοῦ καὶ ἀνθρώπων Μωυσῆν, οὗ τὸ μνημόσυνον ἐν εὐλογίαις·
—
ὡμοίωσεν αὐτὸν δόξῃ ἁγίων, καὶ ἐμεγάλυνεν αὐτὸν ἐν φόβοις ἐχθρῶν·
—
ἐν λόγοις αὐτοῦ σημεῖα κατέπαυσεν, (³)ἐδόξασεν αὐτὸν κατὰ πρόσωπον βασιλέων· ἐνετείλατο αὐτῷ πρὸς λαὸν αὐτοῦ, καὶ ἔδειξεν αὐτῷ τῆς δόξης αὐτοῦ·
—
ἐν πίστει καὶ πρᾳύτητι αὐτοῦ ἡγίασεν, ἐξελέξατο αὐτὸν ἐκ πάσης σαρκός·
—
ἠκούτισεν αὐτὸν τῆς φωνῆς αὐτοῦ, καὶ εἰσήγαγεν αὐτὸν εἰς τὸν γνόφον, (⁶)καὶ ἔδωκεν αὐτῷ κατὰ πρόσωπον ἐντολάς, νόμον ζωῆς καὶ ἐπιστήμης, διδάξαι τὸν Ἰακὼβ διαθήκην καὶ κρίματα αὐτοῦ τὸν Ἰσραήλ.
—
Ἀαρὼν ὕψωσεν ἅγιον ὅμοιον αὐτῷ ἀδελφὸν αὐτοῦ ἐκ φυλῆς Λευεί
—
ἔστησεν αὐτὸν διαθήκην αἰῶνος, καὶ ἔδωκεν αὐτῷ ἱερατίαν λαοῦ· ἐμακάρισεν αὐτὸν ἐν εὐκοσμίᾳ, (9)καὶ περιέζωσεν αὐτὸν περιστολὴν δόξης·
—
ἐνέδυσεν αὐτὸν συντέλειαν καυχήματος, καὶ ἐστερέαωσεν αὐτὸν σκεύεσιν ἰσχύος, (¹⁰)περισκελῆ καὶ ποδήρη καὶ ἐπωμίδα·
—
καὶ ἐκύκλωσεν αὐτὸν ῥοίσκοις, χρυσοῖς κώδωσιν πλείστοις κυκλόθεν, (¹¹)ἠχῆσαι φωνὴν ἐν βήμασιν αὐτοῦ, ἀκουστὸν ποιῆσαι ἦχον ἐν ναῷ, εἰς μνημόσυνον υἱοῖς λαοῦ αὐτοῦ·
—
στολῇ ἁγίᾳ. χρυσῷ καὶ ὑακίνθῳ καὶ πορφύρᾳ, ἔργων ποικιλτοῦ, λογίῳ κρίσεως, δήλοις ἀληθείας,
—
κεκλωσμένῃ κόκκῳ, ἔργῳ τεχνίτου, λίθοις πολυτελέσιν γλύμματος σφραγῖδος, ἐν δέσει χρυσίου, ἔργων λιθουργοῦ, εἰς μνημόσυνον ἐν γραφῇ κεκολαμμένῃ κατʼ ἀριθμὸν φυλῶν Ἰσραήλ·
—
στέφανον χρυσοῦν ἐπάνω κιδάρεως, ἐκτύπωμα σφραγῖδος ἁγιάσματος, καύχημα τιμῆς, ἔργον ἰσχύος, ἐπιθυμήματα ὀφθαλμῶν κοσμούμενα.
—
ὡραῖα ¹³πρὸ αὐτοῦ οὐ γέγονεν τοιαῦτα, ἕως αἰῶνος (16)οὐκ ἐνεδύσατο ἀλλογενὴς πλὴν τῶν υἱῶν αὐτοῦ μόνον, καὶ τὰ ἔκγονα αὐτοῦ διὰ παντός.
—
θυσίαν αὐτοῦ ὁλοκαρπωθήσονται καθʼ ἡμέραν ἐνδελεχῶς δίς.
—
ἐπλήρωσεν Μωυσῆς τὰς χεῖρας καὶ ἔχρισεν αὐτὸν ἐν ἐλαίῳ ἁγίῳ· (¹9)ἐγενήθη αὐτῷ εἰς διαθήκην αἰώνιον, καὶ ἐν τῷ σπέρματι αὐτοῦ ἐν ἡμέραις οὐρανοῦ, λειτουργεῖν αὐτῷ ἅμα καὶ ἱερατεύειν, καὶ εὐλογεῖν τὸν λαὸν αὐτοῦ ἐν τῷ ὀνόματι.
—
ἐξελέξατο αὐτὸν ἀπὸ παντὸς ζῶντος, προσαγαγεῖν κάρπωσιν Κυρίῳ, θυμίαμα καὶ εὐωδίαν εἰς μνημόσυνον, ἐξιλάσκεσθαι περὶ τοῦ λαοῦ σου.
—
ἔδωκεν αὐτὸν ἐν ἐντολαῖς αὐτοῦ, ἐξουσίαν ἐν διαθήκαις κριμάτων, διδάξαι τὸν Ἰακὼβ τὰ μαρτύρια, καὶ ἐν νόμῳ αὐτοῦ φονῆσαι Ἰσραήλ.
—
ἐπισυνέστησαν αὐτῷ ἀλλότριοι καὶ ἐζήλωσαν αὐτὸν ἐν τῆ ἐρήμῳ, ἄνδρες οἱ περὶ Δαθὰν καὶ Ἀβειρὼν καὶ ἡ συναγωγὴ Κόρε ἐν θυμῷ καὶ ὀργῇ·
—
εἶδεν Κύριος καὶ οὐκ εὐδόκησεν, καὶ συνετελέσθησαυ ἐν θυμῷ ὀργῆς· (24)ἐποίησεν αὐτοῖς τέρατα, καταναλῶσαι ἐν πυρὶ φλογὸς αὐτοῦ,
—
καὶ προσέθηκεν Ἀαρὼν δόξαν, καὶ ἔδωκεν αὐτῷ κληρονομίαν· ἀπαρχὰς πρωτογενημάτων ἐμέρισεν αὐτοῖς, (²⁶)ἄρτον πρώτοις ἡτοίμασεν πλησμονήν·
—
καὶ γὰρ θυσίας Κυρίου φάγονται, ἃς ἔδωκεν αὐτῷ τε καὶ τῷ σπέρματι αὐτοῦ.
—
πλὴν ἐν γῇ λαοῦ οὐ κληρονομήσει, καὶ μερὶς οὐκ ἔστιν αὐτῷ ἐν λαῷ, αὐτὸς γὰρ μερίς σου, κληρονομία.
—
καὶ Φινεὲς υἱὸς Ἐλεαζὰρ τρίτος εἰς δόξαν, ἐν τῷ ζηλῶσαι αὐτὸν ἐν φόβῳ Κυρίου (⁽29)καὶ στῆσαι αὑτὸν ἐν τροπῇ λαοῦ ἐν ἀγαθότητι προθυμίας ψυχῆς αὐτοῦ· καὶ ἐξιλάσατο περὶ τοῦ Ἰσραήλ.
—
διὰ τοῦτο ἐστάθη αὐτῷ διαθήκη εἰρήνης, προστάτην ἀγίων καὶ λαῷ αὐτοῦ, ἵνα αὐτῷ ᾖ καὶ τῷ σπέρματι αὐτοῦ ἱερωσύνης μεγαλεῖον εἰς τοὺς αἰῶνας.
—
καὶ διαθήκην τῷ Δαυεὶδ υἱῷ ἐκ φυλῆς Ἰούδα, κληρονομία βασιλέως υἱοῦ ἐξ υἱοῦ μόνου, κληρονομία Ἀαρὼν καὶ τῷ σπέρματι αὐτοῦ.
—
δῴη ὑμῖν σοφίαν ἐν καρδίᾳ ὑμῶν, κρίνειν τὸν λαὸν αὐτοῦ ἐν δικαιοσύνῃ, ἵνα μὴ ἀφανισθῇ τὰ ἀγαθὰ αὐτῶν, καὶ τὴν δόξαν αὐτῶν εἰς γενεὰς αὐτῶν.
—