Skip to content

Parallel

Sirach (Ecclesiasticus) 44

Swete's Septuagint · Berean Standard Bible

Αἰνέσωμεν δὴ ἄνδρας ἐνδόξους καὶ τοὺς πατέρας ἡμῶν τῇ γενέσει.
πολλὴν δόξαν ἔκτισεν ὁ κύριος, τὴν μεγαλωσύνην αὐποῦ ἀπʼ αἰῶνος.
κυριεύοντες ἐν ταῖς βασιλείαις αὐτῶν, καὶ ἄνδρες ὀνομαστοὶ ἐν δυνάμει· βουλεύσονται ἐν συνέσει αὐτῶυ, ἀπηγγελκότες ἐν προφητείαις·
ἡγούμενοι λαοῦ ἐν διαβουλίοις καὶ συνέσει γραμματείας λαοῦ, σοφοὶ λόγοι ἐν παιδείᾳ αὐτῶν·
ἐκζητοῦντες μέλη μουσικῶν, διηγούμενοι ἔπη ἐν γραφῇ·
ἄνδρες πλούσιοι κεχορηγημένοι ἰσχύι, εἰρηνεύοντες ἐν παροικίαις αὐτῶν·
πάντες οὗτοι ἐν γενεαῖς ἐδοξάσθησαν, καὶ ἐν ταῖς ἡμέραις αὐτῶν καύχημα.
εἰσὶν αὐτῶν οἱ κατέλιπον ὄνομα τοῦ ἐκδιηγήσασθαι ἐπαίνους,
καὶ εἰσὶν ὧν οὐκ ἔστιν μνημόσυνον καὶ ἀπώλοντο ὡς οὐχ ὑπάρξαντες, καὶ ἐγένοντο ὡς οὐ γεγονότες, καὶ τὰ τέκνα αὐτῶν μετʼ αὐτούς.
ἀλλ᾿ ἢ οὗτοι ἄνδρες ἐλέους, ὧν αἱ δικαιοσύναι οὐκ ἐπελήσθησαν·
μετὰ τοῦ σπέρματος αὐτῶν διαμενεῖ (¹² )ἀγαθὴ κληρονομία ἔκγονα αὐτῶν·
ἐν ταῖς διαθήκαις ¹²ἔστη σπέρμα αὐτῶν, ⁽¹³)καὶ τὰ τέκνα αὐτῶν δι᾿ αὐτούς,
ἕως αἰῶνος μενεῖ σπέρμα αὐτῶν, καὶ ἡ δόξα αὐτῶν οὐκ ἐξαλειφθήσεται·
τὸ σῶμα αὐτῶν ἐν εἰρήνῃ ἐτάφη, καὶ τὸ ὄνομα αὐτῶν ζῇ εἰς γενεάς·
σοφίαν αὐτῶν διηγήσονται λαοί, καὶ τὸν ἔπαινον ἐξαγγέλλει ἐκκλησία.
Ἑνὼχ εὐηρέστησεν Κυρίῳ καὶ μετετέθη, ὑπόδειγμα μετανοίας ταῖς γενεαῖς.
Νῶε εὑρέθη τέλειος δίκαιος, ἐν καιρῷ ὀργῆς ἐγένετο ἀντάλλαγμα· (18)διὰ τοῦτο ἐγενήθη κατάλιμμα τῇ γῇ, διὰ τοῦτο ἐγένετο κατακλυσμός·
διαθῆκαι αἰῶνος ἐτέθησαν πρὸς αὐτόν, ἵνα μὴ ἐξαλειφθῇ κατακλυσμῷ πᾶσα σάρξ.
Ἀβραὰμ μέγας πατὴρ πλήθους ἐθνῶν, καὶ οὐχ ἐρέθῃ ὅμοιος ἐν τῇ δόξῃ,
ὃς συνετήρησεν νόμον Ὑψίστου, καὶ ἐγένετο ἐν διαθήκῃ μετʼ αὐτοῦ, (21)καὶ ἐν σαρκὶ αὐτοῦ ἔστησεν διαθήκην, καὶ ἐν πειρασμῷ εὑρέθη πιστός·
διὰ τοῦτο ἐν ὅρκῳ ἔστησεν αὐτῷ ἐνευλογηθῆναι ἔθνη ἐν τῷ σπέρματι αὐτοῦ, πληθῦναι αὐτὸν ὡς χοῦν τῆς γῆς, ⁽2³)καὶ ὡς ἄστρα ἀνυψῶσαι τὸ σπέρμα αὐτοῦ, καὶ κατακληρονομῆσαι αὐτοὺς ἀπὸ θαλάσσης ἕως θαλάσσης καὶ ἀπὸ ποταμοῦ ἕως ἄκροσ γῆς.
καὶ ἐν τῷ Ἰσαὰκ ἔστησεν οὕτως δι᾿ Ἀβραὰμ τὸν πατέρα αὐτοῦ ⁽²5)εὺλογίαν πάντων ἀνθρώπων καὶ διαθήκην,
καὶ κατέπαυσεν ἐπὶ κεφαλὴν Ἰακώβ· ⁽26)ἐπέγνω αὐτὸν ἐν εὐλογίαις αὐτοῦ, καὶ ἔδωκεν αὐτῷ ἐν κληρονομίᾳ· καὶ διέστειλεν μερίδας αὐτοῦ, ἐν φυλαῖς ἐμέρισεν δέκα δύο· (⁽27)καὶ ἐξήγαγεν ἐξ αὐτοῦ ἄνδρα ἐλέους, εὑρίσκοντα χάριν ἐν ὀφθαλμοῖς πάσης σαρκός,