γαυρίαμα ὕψους στερέωμα καθαριότητος, εἶδος οὐρανοῦ ἐν ὁράματι δόξης.
—
ἥλιος ἐν ὀπτασίᾳ διαγγέλλων ἐν ἐξόδῳ, σκεῦος θαυμαστόν, ἔργον Ὑψίστου·
—
ἐν μεσημβρίᾳ αὐτοῦ ἀναξηραίνει χώραν. καὶ ἐναντίον καύματος αὐτοῦ τίς ὑποστήσεται;
—
κάμινον φυλάσσων ἐν ἔργοις καύματος, (4)τριπλασίως ἥλιος ἐκκαίων ὄρη· ἀτμίδας πυρώδεις ἐμφυσῶν, καὶ ἐκλάμπων ἀκτῖνας ἀμαυροῖ ὀφθαλμούς.
—
μέγας Κύριος ὁ ποιήσας αὐτόν, καὶ ἐν λόγοις αὐτοῦ κατέσπευσεν πορείαν·
—
καὶ ἡ σελήνη ἐν πᾶσιν εἰς καιρὸν αὐτῆς, ἀνάδειξιν χρόνων καὶ σημεῖον αἰῶνος·
—
ἀπὸ σελήνης σημεῖον ἑορτῆς, φωστὴρ μειούμενος ἐπὶ συντελείας·
—
μὴν κατὰ τὸ ὄνομα αὐτῆς ἐστιν, αὐξανομένη θαυμαστῶς ἐν ἀλλοιώσει. (9)σκεῦος παραβολῶν ἐν ὕψει, ἐν στερεώματι οὐρανοῦ ἐκλάμπων·
—
κάλλος οὐρανοῦ, δόξα ἄστρων, κόσμος φωτίζων, ἐν ὑψίστοις Κύριος·
—
ἐν λόγοις ἁγίοις στήσονται κατὰ κρίμα, καὶ οὐ μὴ ἐκλυθῶσιν ἐν φυλακαῖς αὐτῶν.
—
ἴδε τόξον, καὶ εὐλόγησον τὸν ποιήσαντα αὐτό, σφόδρα ὡραῖον ἐν τῷ αὐγάσματι αὐτοῦ·
—
ἐγύρωσεν οὐρανὸν ἐν κυκλώσει δόξης, χεῖρες Ὑψίστου ἐτάνυσαν αὐτό.
—
προστάγματι αὐτοῦ κατέπαυσεν χιόνα, καὶ ταχύνει ἀστραπὰς κρίματος αὐτοῦ·
—
διὰ τοῦτο ἠνεῴχθησαν θησαυροί, καὶ ἐξέπτησαν νεφέλαι ὡς πετεινά·
—
ἐν μεγαλείῳ αὐτοῦ ἴσχυσεν νεφέλας, καὶ διεθρύβησαν λίθοι χαλάζης.
—
καὶ ἐν ὀπτασίαις αὐτοῦ σαλευθήσεται ὄρη, ἐν θελήματι πνεύσεται νότος.
—
φωνὴ βροντῆς αὐτοῦ ὠνείδισεν γῆν, καὶ καταιγὶς βορέου καὶ συστροφὴ πνεύματος. (19)ὡς πετεινὰ καθιπτάμενα πάσσει χιόνα, καὶ ὡς ἀκρὶς καταλύουσα ἡ κατάβασις αὐτῆς·
—
κάλλος λευκότητος αὐτῆς ἐκθαυμάσει ὀφθαλμός, καὶ ἐπὶ τοῦ ὑετοῦ αὐτῆς ἐκστήσεται καρδία.
—
καὶ πάχνην ὡς ἅλα ἐπὶ γῆς χέει, καὶ παγεῑσα γίνεται σκολόπων ἄκρα.
—
ψυχρὸς ἄνεμος βορέης πνεύσει, καὶ παγήσεται κρύσταλλος ἀφʼ ὕδατος· ἐπὶ πᾶσαν συναγωγὴν ὕδατος καταλύσει, καὶ ὡς θώρακα ἐνδύσεται τὸ ὕδωρ.
—
καταφάγεται ὄρη καὶ ἔρημον ἐκκαύσει, καὶ ἀποσβέσει χλόην ὡς πῦρ.
—
ἴασις πάντων κατὰ σπουδὴν ὁμίχλη, δρόσος ἀπαντῶσα ἀπὸ καύσωνος ἱλαρώσει.
—
λογισμῷ αὐτοῦ ἐκόπασεν ἄβυσσον, καὶ ἐφύτευσεν αὐτὴν Ἰησοῦς.
—
οἱ πλέοντες τὴν θάλασσαν διηγοῦνται τὸν κίνδυνον αὐτῆς, καὶ ἀκοαῖς ὠτίων ἡμῶν θαυμάζομεν·
—
καὶ ἐκεῖ τὰ παράδοξα καὶ θαυμάσια ἔργα, ποικιλία παντὸς ζῴου, κτίσις κητῶν.
—
δι᾿ αὐτὸν εὐωδία τέλος αὐτοῦ, καὶ ἐν λόγῳ αὐτοῦ σύνκειται πάντα.
—
πολλὰ ἐροῦμεν καὶ οὐ μὴ ἀφικώμεθα, καὶ συντέλεια λόγων Τὸ πᾶν ἐστιν αὐτός.
—
δοξάζοντες ποῦ ἰσχύσωμεν αὐτὸς γὰρ ὁ μέγας παρὰ πάντα τὰ ἔργα αὐτοῦ.
—
φοβερὸς Κύριος καὶ σφόδρα μέγας. καὶ θαυμαστὴ ἡ δυναστεία αὐτοῦ.
—
δοξάζοντες Κύριον ὑψώσατε καθʼ ὅσον ἂν δύνησθε, ὑπερέξει γὰρ καὶ ἔτι· (3⁴)καὶ ὑψοῦντες αὐτὸν πληθύνατε ἐν ἰσχύι· μὴ κοπιᾶτε, οὐ γὰρ μὴ ἀφίκησθε.
—
τίς ἑόρακεν αὐτὸν καὶ ἐκδιυηγήσεται; καὶ τίς μεγαλυνεῖ αὐτὸν καθώς ἐστιν;
—
πολλὰ ἀπόκρυφά ἐστιν μείζονα τούτων, ὀλίγα γὰρ ἑωράκαμεν τῶν ἔργων αὐτοῦ.
—
πάντα γὰρ ἐποίησεν ὁ κύριος, καὶ τοῖς εὐσεβέσιν ἔδωκεν σοφίαν. Πατέρων ὕμνος.
—