Skip to content

Parallel

Sirach (Ecclesiasticus) 42

Swete's Septuagint · Berean Standard Bible

ἀπὸ δευτερώσεως καὶ λόγου ἀκοῆς, καὶ ἀπὸ ἀποκαλύψεων λόγων κρυφίων· καὶ ἔσῃ αἰσχυντηρὸς ἀληθινῶς, καὶ εὑρίσκαων χάριν ἔναντι παντὸς ἀνθρώπου. Μὴ περὶ τούτων αἰσχυνθῇς, καὶ μὴ λάβῃς πρόσωπον τοῦ ἁμαρτάνειν·
περὶ νόμου Ὑψίστου καὶ διαθήκης, καὶ περὶ κρίματος δικαιῶσαι τὸν ἀσεβῆ,
περὶ λόγου κοινωνοῦ καὶ ὁδοιπόρων, περὶ δόσεως κληρονομίας ἑταίρων,
περὶ ἀκριβείας ζυγοῦ καὶ σταθμίων, περὶ κτήσεως πολλῶν καὶ ὀλίγων,
περὶ ἀδιαφόρου πράσεως καὶ ἐμπόρων, καὶ περὶ παιδείας τέκνων πολλῆς, καὶ οἰκέτῃ πονηρῷ πλευρὰν αἱμάξαι·
ἐπὶ γυναικὶ πονηρᾷ καλὸν σφραγίς, (7)καὶ ὅπου χεῖρες πολλαὶ κλεῖσον·
ὃ ἐὰν παραδιδῷς, ἐν ἀριθμῷ καὶ σταθμῷ, καὶ δόσις καὶ λῆμψις παντὶ ἐν γραφῇ·
περὶ παιδείας ἀνοήτου καὶ μωροῦ καὶ ἐσχατογήρως κρινομένου πρὸς νέους, καὶ ἔσῃ πεπαιδευμένος ἀληθινῶς καὶ δεδοκιμασμένος ἔναντι παντὸς ζῶντος.
θυγάτηρ πατρὶ ἀπόκρυφος ἀγρυπνία, καὶ ἡ μέριμνα αὐτῆς ἀφιστᾷ ὕπνον· ἐν νεότητι αὐτῆς μή ποτε παρακμάσῃ, καὶ συνῳκηκυῖα μὴ ποτε μισηθῇ·
ἐν παρθενείᾳ μὴ ποτε βεβηλωθῇ καὶ ἐν τοῖς πατρικοῖς αὐτῆς ἔγκυος γένηται· μετὰ ἀνδρὸς οὖσα μή ποτε παραβῇ, καὶ συνῳκηκυῖα μὴ ποτε στειρώσῃ.
ἐπὶ θυγατρὶ ἀδιατρέπτῳ στερέωσον φυλακήν, μή ποτε ποιήσῃ σε ἐπίχαρμα ἐχθροῖς, λαλιὰν ἐν πόλει καὶ ἔκκλητον λαοῦ, καὶ καταισχυνεῖ σε ἐν πλήθει πολλῶν.
παντὶ ἀνθρώπῳ μὴ ἔμβλεπε ἐν κάλλει, καὶ ἐν μέσῳ γυναικῶν μὴ συνέδρευε·
ἀπὸ γὰρ ἱματίων ἐκπορεύεται σής, καὶ ἀπὸ γυναικὸς πονηρία γυναικός.
κρείσσων πονηρία ἀνδρὸς ἢ ἀγαθοποιὸς γυνή, καὶ γυνὴ καταισχύνουσα εἰς ὀνειδισμόν.
Μνησθήσομαι δὲ τὰ ἔργα Κυρίου, καὶ ἃ ἑόρακα ἐκδιηγήσομαι· ἐν λόγοις Κυρίου τὰ ἔργα αὐτοῦ.
ἥλιος φωτίζων κατὰ πᾶν ἐπέβλεψεν, καὶ τῆς δόξης αὐτοῦ πλῆρες τὸ ἔργον αὐτοῦ.
οὐκ ἐνεποίησεν τοῖς ἁγίοις Κύριος ἐκδιηγήσασθαι πάντα τὰ θαυμάσια αὐτοῦ, ἃ ἐστερέωσεν Κύριος ὁ παντοκράτωρ, στηριχθῆναι ἐν δόξῃ αὐτοῦ τὸ πᾶν.
ἄβυσσον καὶ καρδίαν ἐξίχνευσεν, καὶ ἐν πανουργεύμασιν αὐτῶν διενοήθην· (19)ἔγνω γὰρ ὁ κύριος πᾶσαν εἴδησιν καὶ ἐνέβλεψεν εἰς σημεῖον αἰῶνος,
ἀπαγγέλλων τὰ παρεληλυθότα καὶ ἐπεσόμενα, καὶ ἀποκαλύπτων ἴχνη ἀποκρύφων·
οὐ παρῆλθεν αὐτὸν πᾶν διανόημα, οὐκ ἐκρύβη ἀπʼ αὐτοῦ οὐδὲ εἷς λόγος.
τὰ μεγαλεῖα τῆς σοφίας αὐτοῦ ἐκόσμησεν· καὶ ἕως ἔστιν πρὸ τοῦ αἰῶνος καὶ εἰς τὸν αἰῶνα, (22)οὔτε προσετέθη οὔτε ἠλαττώθη, καὶ οὐ προσεδεήθη οὐδενὸς συμβούλου.
ὡς πάντα τὰ ἔργα αὐτοῦ ἐπιθυμητά, καὶ ὡς σπινθῆρός ἐστιν θεωρῆσαι.
πάντα ταῦτα ζῇ καὶ μένει εἰς τὸν αἰῶνα ἐν πάσαις χρείαις, καὶ πάντα ὑπακούει·
πάντα δισσὰ ἕν κατέναντι τοῦ ἑνός, καὶ οὐκ ἐποίησεν οὐδέν ἐκλιπόν·
ἓν τοῦ ἑνὸς ἐστερέωσεν τὰ ἀγαθά, καὶ τίς πλησθήσεται ὁρῶν δόξαν αὐτοῦ;