Skip to content

Parallel

Sirach (Ecclesiasticus) 41

Swete's Septuagint · Berean Standard Bible

θάνατε, ὡς πικρόν σου τὸ μνημόσυνόν ἐστιν ἀνθρώπῳ εἰρηνεύοντι ἐν τοῖς ὑπάρχουσιν αὐτοῦ, (2)Ἰᵇάνδρὶ ἀπερισπάστῳ καὶ εὐοδουμένῳ ἐν πᾶσιν καὶ ἔτι ἰσχύοντι ἐπιδέξασθαι τροφήν.
—
ὦ θανατε, καλ0ν σου τὸ κρίμα ἐστὶν ἀνθρώπῳ ἐπιδεομένῳ καὶ ἐλασσουμένῳ ἰσχύι, (4)ἐσχατογήρῳ καὶ περισπωμένῳ περὶ πάντων, καὶ ἀπειθοῦντι καὶ ἀπολωλεκότι ὑπομονὴν.
—
μὴ εὐλαβοῦ κρίμα θανάτου, μνήσθητι προτέρων σου καὶ ἐσχάτων·
—
τοῦτο τὸ κρίμα παρὰ Κυρίου πάσῃ σαρκί, (6)καὶ τί ἀπαναίνῃ ἐν εὐδοκίὰ Ὑψίστου; εὗτε δέκα εἴτε ἑκατὸν εἶτε χίλια ἔτη, (7)οὐκ ἔστιν ἐν 4δοῦ ἐλεγμὸς ζωῆς.
—
τέκνα βδελυκτὰ γίνεται τέκνα ἁμαρτωλῶν, καὶ συναναστρεφόμενα παροικίαις ἀσεβῶν·
—
τέκνων ἁμαρτωλῶν ἀπολεῖται κληρονομία, καὶ μετὰ τοῦ σπέρματος αὐτῶν ἐνδελεχιεῖ ὄνειδος.
—
πατρὶ ἀσεβεῖ μέμψεται τέκνα, ὅτι δι αὐτὸν ὀνειδισθήσονται.
—
οὐαὶ ὑμῖν ἄνδρες ἀσεβεῖς, οἵτινες ἐγκατελείπετε νόμον θεοῦ Ὑψίστου·
—
καὶ ἐὰν γεννηθῆτε, εἰς κατάραν γεννηθήσεσθε, καὶ ἐὰν ἀποθάνητε, εἰς κατάραν μερισθήσεσθε.
—
πάντα ὅσα ἐκ γῆς εἰς γῆν ἀπελεύσεται, οὕτως ἀσεβεῖς ἀπὸ κατάρας εἰς ἀπωλίαν.
—
πένθος ἀνθρώπων ἐν σώμασιν αὐτῶν, ὄνομα δὲ ἁμαρτωλῶν οὐκ ἀγαθὸν ἐξαλειφθήσεται.
—
φρόντισον περὶ ὀνόματος, αὐτὸ γάρ σοι διαμενεῖ ἢ χίλιοι μεγάλοι θησαυροὶ χρυσίου·
—
ἀγαθῆς ζωῆς ἀριθμὸς ἡμερῶν, καὶ ἀγαθὸν ὄνομα εἰς αἰῶνα διαμενεῖ.
—
παιδείαν ἐν εἰρήνῃ συντηρήσατε, τέκνα· σοφία δὲ κεκρυμμένη καὶ θησαυρὸς ἀφανής, τίς ὠφελία ἐν ἀμφοτέροις;
—
κρείσσων ἄνθρωπος ἀποκρύπτων τὴν μωρίαν αὐτοῦ ἢ ἄνθρωπος ἀποκρύπτων τὴν σοφίαν αὐτοῦ.
—
τοιγαροῦν ἐντράπητε ἐπὶ τῷ ῥήματί μου· (20)οὐ γάρ ἐστιν πᾶσαν αἰσχύνην διαφυλάξαι καλόν, καὶ οὐ πάντα πᾶσιν ἐν πίστει εὐδοκιμεῖται.
—
αἰσχύνεσθε ἀπὸ πατρὸς καὶ μητρὸς περὶ πορνείας, καὶ ἀπὸ ἡγουμένου καὶ δυνάστου περὶ ψεύδους,
—
ἀπὸ κριτοῦ καὶ ἄρχοντος περὶ πλημμελίας, ἀπὸ συναγωγῆς καὶ λαοῦ περὶ ἀνομίας, (23)ἀπὸ κοινωνοῦ καὶ φίλου περὶ ἀδικίας,
—
καὶ ἀπὸ τόπου οὗ παροικεῖς (24)περὶ κλοπῆς, καὶ ἀπὸ ἀληθείας θεοῦ καὶ διαθήκης, καὶ ἀπὸ πήξεως ἀγκῶνος ἐπʼ ἄρτους, ἀπὸ σκορακισμοῦ λήμψεως καὶ δόσεως,
—
καὶ ἀπὸ ἀσπαζομένων περὶ σιωπῆς, ἀπὸ ὁράσεως γυναικὸς ἑταίρας,
—
καὶ ἀπὸ ἀποστροφῆς προσώπου συγγενοῦς, ἀπὸ ἀφαιρέσεως μερίδος καὶ δόσεως, (²⁷)καὶ ἀπὸ κατανοήσεως γυναικὸς ὑπάνδρου,
—
ἀπὸ περιεργείας παιδίσκης αὐτοῦ, καὶ μὴ ἐπιστῆς ἐπὶ τὴν κοίτην αὐτῆς· (28)ἀπὸ φίλων περὶ λόγων ὀνειδισμοῦ, καὶ μετὰ τὸ δοῦναι μὴ ὀνείδιζε·
—