Ἀσχολία μεγάλη ἔκτισται παντὶ ἀνθρώπαῳ, καὶ ζυγὸς βαρὺς ἐπὶ υἱοὺς Ἀδάμ, ἀφʼ ἡμέρας ἐξόδου ἐκ γαστρὸς μητρὸς αὐτῶν ἕως ἡμέρας ἐπὶ ταφῇ εἰς. μητέρα πάντων·
—
τοὺς διαλογισμοὺς αὐτῶν καὶ φόβον καρδίας, ἐπίνοια προσδοκίας, ἡμέρα τελευτῆς·
—
ἀπὸ καθημένου ἐπὶ θρόνου ἐν δόξῃ καὶ ἕως τεταπειναωμένου ἐν γῆ καὶ σποδῷ,
—
ἀπὸ φοροῦντος ὑακίνθου καὶ στέφανοο καὶ ἕως περιβαλλομένου ὠμόλινον·
—
θυμὸς καὶ ζῆλος καὶ ταραχὴ καὶ σάλος καὶ φόβος θανάτου καὶ μηνίαμα καὶ ἔρις. (5)καὶ ἐν καιρῷ ἀναπαύσεως ἐπὶ κοίτης ὕπνος νυκτὸς ἀλλοιοῖ γνῶσιν αὐτοῦ·
—
ὀλίγον ὡς οὐδὲν ἐν ἀναπαύσει, καὶ ἀπʼ ἐκείνου ἐν ὕπνοις ἁπ ἐν ἡμέρᾳ σκοπιᾶς· (7)τεθορυβημένος ἐν ὁράσει καρδίας αὐτοῦ, ὡς ἐκπεφευγῶς ἀπὸ προσώπου πολέςμοο·
—
ἐν καιρῷ σωτηρίας αὐτοῦ ἐξηγέρθη, καὶ ἀποθαυμάζων εἰς οὐδένα φόβον.
—
μετὰ πάσης σαρκὸς ἀπὸ ἀνθρώπου ἕως κτήνους, καὶ ἐπὶ ἁμαρτωλῶν ἑπταπλάσια πρὸς ταῦτα·
—
θάνατος καὶ αἷμα καὶ ἔρις καὶ όομφαία,
—
ἐπὶ τοὺς ἀνόμους ἐκτίσθη ταῦτα πάντα, καὶ δι᾿ αὐτοὺς ἐγένετο ὁ κατακλυσμός.
—
πάντα ὅσα ἀπὸ γῆς εἰς γῆν ἀναστρέφει, καὶ ἀπὸ ὑδάτων εἰς θάλασσαν ἀνακάμπτει.
—
πᾶν δῶρον καὶ ἀδικία ἐξαλειφθήσεται, καὶ πίστις εἰς τὸν αἰῶνα στήσεται.
—
χρήματα ἀδίκων ὡς ποταμὸς ξηρανθήσεται, καὶ ὡς βροντὴ μεγάλη ἐν ὑετῷ ἐξηχήσει
—
ἐν τῷ ἀνοῖξαι αὐτὸν χεῖρας εὐφρανθήσεται, οὕτως οἱ παραβαίνοντες εἰς συντέλειαν ἐκλείψουσιν.
—
ἔκγονα ἀσεβῶν οὐ πληθυνεῖ κλάδος, καὶ ὸίζαι ἀκάθαρτοι ἐπʼ ἀκροτόμου πέτρας·
—
ἄχει ἐπὶ παντὸς ὕδατος καὶ χείλους ποταμοῦ πρὸ παντὸς χόρτου ἐκτιλήσεται.
—
χάρις ὡς παράδεισος ἐν εὐλογίαις, καὶ ἐλεημοσύνη εἰς τὸν αἰῶνα διαμενεῖ.
—
ζωὴ αὐτάρκους ἐργάτου γλυκανθήσεται, καὶ ὑπέρ ἀμφότερα ὁ εὑρίσκων θησαυρόν.
—
τέκνα καὶ οἰκοδομὴ πόλεως στηρίζουσιν ὄνομα. καὶ ὑπέρ ἀμφότερα γυνὴ ἄμωμος λογίζεται.
—
οἶνος καὶ μουσικὰ εὐφραίνουσιν καρδίαν, καὶ ὑπέρ ἀμφότερα ἀγάπησις σοφίας.
—
αὐλὸς καὶ ψαλτήριον ἡδύνουσιν μέλη, καὶ ὑπέρ ἀμφότερα γλῶσσα ἡδεῖα.
—
χάριν καὶ κάλλος ἐπιθυμήσει ὁ ὀφθαλμός σου, καὶ ὑπέρ ἀμφότερα χλόην σπόρου.
—
φίλος καὶ ἑταῖρος εἰς καιρὸν ἀπαντῶντες, καὶ ὑπέρ ἀμφότερα γυνὴ μετὰ ἀνδρός.
—
ἀδελφοὶ καὶ βοήθεια εἰς καιρὸν θλίψεως. καὶ ὑπέρ ἀμφότερα ἐλεημοσύνη δύσεται.
—
χρυσίον καὶ ἀργύριον ἐπιστήσουσιν πόδα, καὶ ὑπέρ ἀμφότερα γυνὴ εὐδοκιμεῖται.
—
χρήματα καὶ ἰσχὺς ἀνυψώσουσιν καρδίαν, καὶ ὑπέρ ἀμφότερα φόβος Κυρίου· (27)οὐκ ἔστιν φόβῳ Κυρίου ἐλάττωσις, καὶ οὐκ ἔστιν ἐπιζητῆσαι ἐν αὐτῷ βοήθειαν·
—
φόβος Κυρίου ὡς παράδεισος εὐλογίας, καὶ ὑπέρ πᾶσαν δόξαν ἐκάλυψαν αὐτόν.
—
τέκνον, ζωὴν ἐπαιτήσεως μὴ βιώσῃς· κρεῖσσον ἀποθανεῖν ἡ ἐπαιτεῖν.
—
ἀὴρ βλέπων εἰς τράπεζαν ἀλλοτρίαν, οὐκ ἔστιν αὐτοῦ ὁ βἰος ἐν λογισμῷ ζωῆς, ἀλισγήσει τὴν ψυχὴν αὐτοῦ ἐν ἐδέσμασιν ἀλλοτρίοις· (31)ἀνήρ δὲ ἐπιστήμων καὶ πεπαιδευμένος φυλάξεται.
—
ἐν στόματι ἀναιδοῦς γλυκανθήσεται ἐπαίτησις, καὶ ἐν κοιλίᾳ αὐτοῦ πῦρ καήσεται.
—