Skip to content

Parallel

Sirach (Ecclesiasticus) 39

Swete's Septuagint · Berean Standard Bible

σοφίαν πάντων ἀρχαίων ἐκζητήσει, καὶ ἐν προφητείαις ἀσχοληθήσεται·
διηγήσεις ἀνδρῶν ὀνομαστῶν συντηρήσει, καὶ ἐυ στροφαῖς παραβολῶν συνεισελεύσεται·
ἀπόκρυφα παροιμιῶν ἐκζητήσει, καὶ ἐν αἰνίγμασι παραβολῶν ἀναστραφήσεται.
ἀνὰ μέσον μεγιστάνων ὑπηρετήσει, καὶ ἔναντι ἡγουμένου ὀφθήσεται· (5)ἐν γῇ ἀλλοτρίων ἐθνῶν δωλεύσεται, ἀγαθὰ γὰρ καὶ κακὰ ἐν ἀνθρώποις ἐπείρασεν.
τὴν καρδίαν αὐτοῦ ἐπιδώσει ὀρθρίσαι πρὸς Κύριον τὸν ποιήσαντα αὐτόν, καὶ ἔναντι Ὑψίστου δεηθήσεται· (7) καὶ ἀνοίξει στόμα αὐτοῦ ἐν σροσευχῆ, καὶ περὶ τῶν ἁμαρτιῶν αὐτοῦ δεηθήσεται.
ἐὰν Κύριος ὁ μέγας θελήσῃ, πνεύματι συνέσεως ἐμπλησθήσεται· (9) ἀνομβρήσει ῥήματα σοφίας αὐτός, καὶ ἐν σροσευχῇ ἐξομολογήσεται Κυρίῳ·
⁷ρὐτὸς κατευθυνεῖ βουλὴυ αὐτοῦ καὶ ἐπιστήμην, καὶ ἐυ τοῖς ἀποκρύφοις αὐτοῦ διαοοηθήσεται·
αὐτὸς ἐκφαίνει παιδείαο διδασααλίας αὐτοῦ, καὶ ἐυ νόμῳ διαθήκης Κυρίου καυχήσεται.
αἰνέσουσιν τὴυ σύνεσιν αὐτοῦ πολλοί, ἕως τοῦ αἰῶνος οὐκ ἐξαλειφθήσεται· (13)οὐκ ἀποστήσεται τὸ μνημοσύνου αὐτοῦ, καὶ ὄυομα αὐτοῦ ζήσεται εἰς γενεὰς γενεῶν·
τὴν σοφίαυ αὐτοῦ διηγήσονται ἔθνη, καὶ τὸυ ἔπαινου αὐτοῦ ἐξαγγελεῖ ἐκκλησία·
ἐὰν ἐμμείνῃ, ὄνομα καταλείψει ἡ χίλιοι, καὶ ἐὰν ἀναπαύσηται, ἐμποιεῖ αὐτῷ.
Ἔτι διανοηθεὶς ἐκδιηγήσομαι, καὶ ὡς διχομηνία ἐπληρώθην.
εἰσακούσατέ μου, υἱὰρὶ ὅσιοι, καὶ βλαστήσατε ὡς ῥόδον φυόμενον ἐπὶ όεύματος ἀγροῦ,
καὶ ὡς λίβανος εὐωδιάσατε ὀσμήν, (19)καὶ ἀνθήσατε ἄνθος ὡς κρίνον, διάδοτε ὀσμὴν καὶ αἰνέσατε ἄσμα. εὐλογήσατε Κύριρν ἐπὶ πᾶσιν τοῖς ἔργοις,
δότε τῷ ὀνόματι αὐτοῦ μεγαλωσύνην, καὶ ἐξομολογήσασθε ἐν αἰνέσει αὐτοῦ, ἐν ᾠδαῖς χειλέων καὶ ἐν κινύραις. καὶ οὕτως ἐρεῖτε ἐν ἐξομολογήσει
Τὰ ἔργα Κυρίου πάντα ὅτι καλὰ σφόδρα, καὶ πᾶν πρόσταγμα ἐν καιρῷ αὐτοῦ ἔσται·
οὐκ ἔστιν εἰπεῖν Τί τοῦτο; εἰς τί τοῦτο; πάντα γὰρ ἐν καιρῷ αὐτοῦ ζητηθήσεται. (22)ἐν λόγῳ αὐτοῦ ἔστη ὡς θιμωνιὰ ὕδωρ, καὶ ἐν ῥήματι στόματος αὐτοῦ ἀποδοχεῖα ὑδάτων.
ἐν προστάγματι αὐτοῦ πᾶσα ἡ εὐδοκία, καὶ οὐκ ἔστιν ὃς ἐλαττώσει τὸ σωτήριον αὐτοῦ.
ἔργα πάσης σαρκὸς ἐνώπιον αὐτοῦ, καὶ οὐκ ἔστιν κρυβῆοαι ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ·
ἀπὸ τοῦ αἰῶνος εἰς τὸν αἰῶνα ἐπέβλεψεν, καὶ οὐθέν ἐστιν θαυμάσιον ἐναντίον αὐτοῦ.
οὐκ ἔστιν εἰπεῖν Τί τοῦτος εἰς τί τοῦτο; πάντα γὰρ εἰς χρείας αὐτῶν ἔκτισται.
ἡ εὐλογία αὐτοῦ ὡς ποταμὸς ἐπεκάλυψεν, (28)καὶ ὡς κατακλυσμὸς ξηρὰν ἐμέθυσεν·
οὕτως ὀργὴν αὐτοῦ ἔθνη κληρονομήσει, (29)ὡς μετέστρεψεν ὕδατα εἰς ἅλμην.
ρἱ ὀδοὶ αὐτοῦ τοῖς ὁσίοις εὐθεῖαι, οὕτως τοῖς ἀνόμοις προσκόμματα·
ἀγαθὰ τοῖς ἀγαθοῖς ἔκτισται ἀπʼ ἀρχῆς. οὕτως τοῖς ἁμαρτωλοῖς κακά.
ἁρχὴ πάσης χρείας εἰς ζωὴν ἀνθρώπου. ὕδωρ, πῦρ καὶ σίδηρος καὶ ἄλα καὶ σεμίδαλις, πυρὸς καὶ μέλι καὶ γάλα, αἵμα σταφυλῆς καὶ ἔλαιον καὶ ἱμάτιον·
ταῦτα πάντα τοῖς εὐσεβέσιν εἰς ἀγαθά, οὕτως τοῖς ἁμαρτωλοῖς τραπήσεται εἰς κακά.
ἔοτιν πνεύματα ἄ εἰς ἐκδίκησιν ἔκτισται, καὶ ἐν θυμῷ αὐτῶν ἐστερέωσαν μάστιγας αὐτῶν· (34)καὶ ἐν καιρῷ συντελείας ἰσχὺν ἐκχεοῦσιν, καὶ τὸν θυμὸν τοῦ ποιήσαντος αὐτοὺς κοπάσουσιν.
πῦρ καὶ χάλαζα καὶ λιμὸς καὶ θάνατος, πάντα ταῦτα εἰς ἐκδίκησιν ἔκτισται·
θηρίων ὀδόντες καὶ σκορπίοι καὶ ἔχεις καὶ ῥομφαία ἐκδικοῦσα εἰο ὄλεθρον ἀσεβεῖς,
ἐν τῇ ἐντολῇ αὐτοῦ εὐφρανθήσονται, καὶ ἐπὶ τῆς γῆς εἰς χρείας ἑτοιμασθήσονται, καὶ ἐν τοῖς καιροῖς αὐτῶν οὐ παραβήσονται λόγον.
διὰ τοῦτο ἐξ ἀρχῆς ἐστηρίχθην καὶ διενοήθην καὶ ἐν γραφῇ ἀφῆκα.
τὰ ἔργα Κυρίου πάντα ἀγαθά, καὶ πᾶσαν χρείαν ἐν ὥρᾳ αὐτῆς χορηγήσει·
καὶ οὐκ ἔστιν εἰπεῖν Τοῦτο τούτου πονηρότερον, πάντα γὰρ ἐν καιρῷ εὐδοκιμηθήσεται.
καὶ νῦν ἐν πάσῃ καρδίᾳ καὶ στόματι ὑμνήσαμεν. καὶ εὐλογήσατε τὸ ὄνομα Κυρίου.