Skip to content

Parallel

Sirach (Ecclesiasticus) 38

Swete's Septuagint · Berean Standard Bible

ίμα 1Τἰατρὸν πρὸς τὰς χρείας τιμαίς αὐτοῦ, καὶ γὰρ αὐτὸν ἔκτισεν Κύριος·
παρὰ γὰρ Γψἰστου ἐστὶν ἴασις, καὶ παρὰ βασιλέως λήμψεται δόμα.
ἐπιστήμη ἰατροῦ ἀνυψώσει κεφαλὴν αὐτοῦ, καὶ ἔναντι μεγιστάνων θαυμασθήσεται.
Κύριος ἔκτισεν ἐκ γῆς φάρμακα. καὶ ἀνὴρ φρόνιμος οὐ προσοχθιεῖ αὐτοῖς.
οὐκ ἀπὸ ξύλου ἐγλυκάνθη ὕδωρ (6)εἰς τὸ γνωσθῆναι τὴν ἰσχὺν αὐτοῦ;
καὶ αὐτὸς ἔδωκεν ἀνθρώποις ἐπιστήμην ἐνδοξάζεσθαι ἐν τοῖς θαυμασίοις αὐτοῦ·
ἐν αὐτοῖς ἐθεράπευσεν καὶ ἤρεν τὸν πόνον αὐτοῦ,
μυρεψὸς ἐν τούτοις ποιήσει μίγμα· καὶ οὐ μὴ συντελέσῃ ἔργα αὐτοῦ, (8)καὶ εἰρήνη παρʼ αὐτοῦ ἐστιν ἐπὶ προσώπου τῆς γῆς.
τέκνον, ἐν ἀρρωστήματί σου μὴ παράβλεπε, ἀλλ εδξαι Κυρίῳ, καὶ αὐτὸς ἰάσεταί σε
ἀπόστησον πλημμελίαν καὶ εδθυνον χεῖρας, καὶ ἀπὸ πάσης ἁμαρτίας καθάρισον καρδίαν·
δὸς εὐωδίαν καὶ μνημόσυνον σεμιδάλεως, καὶ λίπανον προσφοράν, ὡς μὴ ὑπάρχαον.
καὶ ἰατρῷ δὸς τόπον, (12)καὶ γὰρ αὐτὸν ἔκτισεν Κύριος. καὶ μὴ ἀποστήτω σου, καὶ γὰρ αὐτοῦ χρεία.
ἔστιν καιρὸς ὅτε καὶ ἐν χερσὶν αὐτῶν εὐοδία
καὶ γὰρ αὐτοὶ Κυρίὰυ δεηθήσονται, ἵνα εὐοδώσῃ αὐτοῖς ἀνάπαυσιν καὶ ἴασιν χάριν ἐμβιώσεαος.
ὁ ἁμαρτάνων ἔναντι τοῦ ποιῆσαντος αὐτὸν ἐμπέσοι εἰς χεῖρας ἰατροῦ
τέκνον, ἐπὶ νεκρῷ κατάγαγε δάκρυα, καὶ ὡς δεινὰ πάσχων ἔναρξαι θρῆνου, κατὰ δὲ τὴν κρίσιν αὐτοῦ περίστειλου τὸ σῶμα αὐτοῦ, καὶ μὴ ὑπερίδῃς τὴν ταφὴν αὐτοῦ.
πίκρανον κλαυθμὸν καὶ θέρμανον κοπετόν, (18)καὶ ποίησον τὸ πένθος κατὰ τὴν ἀξίου αὐτοῦ ἡμέραν μίαν καὶ δύο χάριν διαβολῆς, καὶ παρακλήθητι λύπης ἕνεκα·
ὰπὸ λύπης γὰρ ἐκβαίνει θάνατος. καὶ λύπη καρδίας κάμψει ἰσχύν·
ἐν ἀπαγωγῇ παραβαίνει καὶ λύπη, καὶ βίος πτωχοῦ κατὰ καρδίας.
μὴ δῷς εἰς λύπην τὴν καρδίαν σου, ἀπόστησον αὐτὴν μνησθεὶς τὰ ἔσχατα·
μὴ ἐπιλάθῃ, οὐ γάρ ἐστιν ἐπάνοδος, καὶ τοῦτον οὐκ ἁφελήσεις καὶ σεαυτὸν κακώσεις.
μνήσθητι ὅτι τὸ κρίμα αὐτοῦ οὕτω ὡς καὶ τὸ σόν· ἐμοὶ ἐχθὲς καὶ σοὶ σήμερον.
ἐμ ἀναπαύσει νεκροῦ κατάπαυσον τὸ μνημόσυνον αὐτοῦ, καὶ παρακλήθητι ἐν αὐτῷ ἐν ἐξόδῳ πνεύματος αὐτοῦ.
Σοφία γραμματέως ἐν εὐκαιρίᾳ σχολῆς, καὶ ὁ ἐλασσούμενος πράξει αὐτοῦ σοφισθήσεται.
τί σοφισθήσεται (26)ὁ κρατῶν ἀρότρου, καὶ καυχώμενος ἐν δόρατι κέντρου, βόας ἐλαύνων καὶ ἀναστρεφόμενος ἐν ἔργοις αὐτῶν, καὶ ἡ διήγησις αὐτῶν ἐν υἱοῖς ταύρων ;
καρδίαν αὐτοῦ δώσει ἐκδοῦναι αδλακας, καὶ ἡ ἀγρυπνία αὐτοῦ εἰς χορτάσματα δαμάλεων.
οὕτως πᾶς τέκτων καὶ ἀρχιτέκτων, ὅστις νύκτωρ ὡς ἡμέρᾳ διάγει· οἱ γλύφοντες γλύμματα σφραγίδων, καὶ ἡ ὑπομονὴ αὐτοῦ ἀλλοιῶσαι ποικιλίαν· καρδίαν αὐτοῦ δώσει εἰς ὁμοιῶσαι ζωγραφίαν, καὶ ἡ ἀγρυπνία αὐτοῦ τελέσαι ἔργον.
οὕτως χαλκεὺς καθήμενος ἐγγὺς ἄκμονος καὶ καταμανθάνων ἀργῷ σιδήρῳ· ἀτμὶς πυρὸς πήξει σάρκας αὐτοῦ, καὶ ἐν θέρμῃ καμίνου διαμαχήσεται· (30) φωνή σφύρης καινιεῖ τὸ οὗς αὐτοῦ, καὶ κατέναντι ὁμοιώματος σκεύους οἱ ὀφθαλμοὶ αὐτοῦ· (31) καρδίαν αὐτοῦ δώσει εἰς συντέλειαν ἔργων, καὶ ἡ ἀγρυπνία αὐτοῦ κοσμῆσαι ἐπὶ συντελείας.
οὕτως κεραμεὺς καθήμενος ἐν ἔργῳ αὐτοῦ καὶ συστρέφων ἐν ποσὶν αὐτοῦ τροχόν, ὅς ἐν μερίμνῃ κεῖται διὰ παντὸς ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐναρίθμιος πᾶσα ἡ ἐργασία αὐτοῦ·
Τἐν βραχίονι αὐτοῦ τυπώσει πηλόν, καὶ πρὸ ποδῶν κάμψει ἰσχύν αὐτοῦ· (34)καρδίαν ἐπιδώσει συντελέσαι τὸ χάρισμα, καὶ ἡ ἀγρυπνία αὐτοῦ καθαρίσαι κάμινον.
πάντες οὗτοι εἰς χεῖρας αὐτῶν ἐνεπίστευσαν, καὶ ἕκαστος ἐν τῷ ἔργῳ αὐτοῦ σοφίζεται
ἄυευ αὐτῶν οὐκ οἰκισθήσεται πόλις, (37)καὶ οὐ παροικήσουσιν οὐδὲ περιπατήσουσιν·
καὶ ἐν ἐκκλησίᾳ οὐχ ὑπεραλοῦνται, καὶ διαθήκην κρίματος οὐ διανοηθήσονται· (38)ἐς ὶ δίφρον δικαστοῦ οὐ καθιοῦνται, οὐδὲ μὴ ἐκφάναοσιν δικαιοσύνην καὶ κρίμα, καὶ ἐν παραβολαῖς οὐχ εὑρεθήσονται·
ἀλλὰ κτίσμα αἰῶνος τηρήσουσιν, καὶ ἡ δέησις αὐτῶν ἐν ἐργασίᾳ τέχνης. Πλὴν τοῦ ἐπιδόντος τὴν ψυχὴν αὐτοῦ καὶ διανοουμένου ἐν νόμῳ Ὑψίστου,