Ὁ συντηρῶν νόμον πλεονάζει συμφοράς,
—
θυσιάζων σαοτηρίου ὁ προσέχων ἐντολαῖς·
—
ἀνταποδιδοὺς χάριν προσφέρων σεμίδαλιν,
—
καὶ ὁ ποιῶν ἐλεημοσύνην θυσιάζων αἰνέσεως.
—
εὐδοκία Κυρίου ἀποστῆναι ἀπὸ πονηρίας, καὶ ἐξιλασμὸς ἀποστῆναι ἀπὸ ἀδικίας.
—
μὴ ὀφθῇς ἐν προσώπῳ Κυρίου κενός,
—
πάντα γὰρ ταῦτα χάριν ἐντολῆς.
—
προσφορὰ δικαίου λιπαίνει θυσιαστήριον, καὶ ἡ εὐωδία αὐτῆς ἔναντι Γψἰστου
—
θυσία ἀνδρὸς δικαίου δεκτή, καὶ τὸ μνημόσυνον αὐτῆς οὐκ ἐπιλησθήσεται.
—
ἐν ἀγαθῷ ὀφθαλμῷ δόξασον τὸν κύριον, καὶ μὴ μικρύνῃς ἀπαρχὴν χειρῶν σου·
—
ἐν πάσῃ δόσει ἱλάρωσον τὸ πρόσωπόν σου, καὶ ἐν εὐφροσύνῃ ἁγίασον δεκάτην.
—
δὸς Γψίστῳ κατὰ τὴν δόσιν αὐτοῦ, καὶ ἐν ἀγαθῷ ὀφθαλμῷ καθʼ εὕρεμα χειρός·
—
ὅτι Κύριος ἀνταποδιδοὺς ἐστιν, καὶ ἑπταπλᾶ ἀνταποδώσει σοι.
—
μὴ δωροκόπει, οὐ γὰρ προσδέξεται
—
καὶ μὴ ἔπεχε θυσίᾳ ἀδίκῳ, ὅτι Κύριος κριτής ἐστιν, καὶ οὐκ ἔστιν παρʼ αὐτῷ δόξα προσώπου.
—
οὐ λήμψεται πρόσωπον ἐπὶ πτωχοί, καὶ δέησιν ἠδικημένου εἰσακούσεται·
—
οὐ μὴ ὑπερίδῃ ἱκετἰαν ὀρφανοῦ, καὶ χήραν ἐὰν ἐκχέῃ λαλιάν.
—
οὐχὶ δάκρυα χήρας ἐπὶ σιαγόνα καταβαίνει,
—
καὶ ἡ καταβόησις ἐπὶ τῷ καταγαγόντι αὐτά
—
θεραπεύων ἐν εὐδοκίᾳ δεχθήσεται, καὶ ἡ δέησις αὐτοῦ ἕως νεφελῶν συνάψει·
—
προσευχὴ ταπεινοῦ νεφέλας διῆλθεν, καὶ ἕως συνεγγίσῃ, οὐ μὴ παρακληθῇ· καὶ οὐ μὴ ἀποστῇ ἕως ἐπισκέψηται ὁ ὕψιστος,
—
καὶ κρινεῖ δικαίως καὶ ποιήσει κρίσιν. καὶ ὁ κύριος οὐ μὴ βραδύνῃ οὐδὲ μὴ μακροθυμήσει ἐπʼ αὐτοῖς, ἕως ἂν συντρίψῃ ὀσφὺν ἀνελεημόνων,
—
καὶ τοῖς ἔθνεσιν ἀνταποδώσει ἐκδίκησιν· ἕως ἐξάρῃ πλῆθος ὑβριστῶν καὶ σκῆπτρα ἀδίκαων συντρίψει·
—
ἕως ἀνταποδῷ ἀνθρώπῳ κατὰ τὰς πράξεις αὐτοῦ, καὶ τὰ ἔργα τῶν ἀνθρώπων κατὰ τὰ ἐνθυμήματα αὐτῶν·
—
ἕως κρίνῃ τὴν κρίσιν τοῦ λαοῦ αὐτοῦ καὶ εὐφρανεῖ αὐτοὺς ἐν τῷ ἐλέει αὐτοῦ.
—
ώραῖον ἔλεος ἐν καιρῷ θλίψεως αὐτοῦ, ὡς νεφέλαι ὑετοῦ ἐν καιρῷ ἀβροχίας
—