Skip to content

Parallel

Sirach (Ecclesiasticus) 34

Swete's Septuagint · Berean Standard Bible

Κεναὶ ἐλπίδες καὶ ψευδεῖς ἀσυνέτῳ ἀνδρί, καὶ ἐνύπνια ἀναπτεροῦσιν ἄφρονας.
ὁὡς δρασσόμενος σκιᾶς καὶ διώκων ἄνεμον, οὕτως ὁ ἐπέχων ἐνυπνίοις·
τοῦτο κατὰ τούτου ὅρασις ἐνυπνίων, κατέναντι προσώπου ἁμοίαομα προσώπου.
ἀπὸ ἀκαθάρτου τί καθαρισθήσεται; καὶ ἀπὸ ψευδοῦς τί ἀληθεύσεις
μαντεῖαι καὶ οἰωνισμοὶ καὶ ἐνύπνια μάταιά ἐστιν, (6)καὶ ὡς ὠδινούσης φαντάζεται καρδία
ἐὰν μὴ παρὰ Ὑψίστου ἀποσταλῇ ἐν ἐπισκοπῇ, μὴ δῷς εἰς αὐτὰ τὴν καρδίαν σου·
πολλοὺς ἐπλάνησεν τὰ ἐνύπνια, καὶ ἐξέπεσον ἐλπίζοντες ἐπʼ αὐτοῖς.
ἄνευ ψεύδους συντελεσθήσεται νόμος, καὶ σοφία στόματι πιστῷ τελείωσις.
Ἀνήρ πεπαιδευμένος ἔγνω πολλά, καὶ ὁ πολύπειρος ἐκδιηγήσεται σύνεσιν·
ὅς οὐκ ἐπειράθη ὀλίγα οἶδεν,
δὲ πεπλανημένος πληθυνεῖ πανουργίαν.
πολλὰ ἑώρακα ἐν τῇ ἀποπλανήσει μου, καὶ πλείονα τῶν λόγων μου σύνεσίς μου·
πλεονάκις ἕως θανάτου ἐκινδύνευσα, καὶ διεσώθην τούτων χάριν.
πνεῖμα φοβουμένων Κύριον ζήσεται,
ἡ γὰρ ἐλπὶς αὐτῶν ἐπὶ τὸν σώζοντα αὐτούς·
ό φοβούμενος Κύριον οὐ μὴ εὐλαβηθήσεται, καὶ οὐ μὴ δειλιάσει, ὅτι αὐτὸς ἐλπὶς αὐτοῦ.
φοβουμένου τὸν κύριον μακαρία ἡ ψυχή·
τίνι ἐπέχεις καὶ τίς ἀντιστήριγμα αὐτοῦ
οἱ ὀφθαλμοὶ Κυρίου ἐπὶ τοὺς ἀγαπῶντας αὐτόν, ὑπερασπισμὸς δυναστείας καὶ στήριγμα ἰσχύος, σκέπη ἀπὸ καύσαωνος καὶ σκέπη ἀπὸ μεσημβρίας, (20)φυλακὴ ἀπὸ προσκόμματος καὶ βοήθεια ἀπὸ πτώματος·
ἀνυψῶν ψυχὴν καὶ φωτίζων ὀφθαλμούς, ἴασιν διδοὺς ζωὴν καὶ εὐλογίαν.
ᵇυσιάζων ἐξ ἀδίκου, προσφορὰ μεμαοκημένη.
καὶ οὐκ εἰς εὐδοκίαν μωκήματα ἀνόμων·
οὐκ εὐδοκεῖ ὁ ὕψιστος ἐν προσφοραῖς ἀσεβῶν, οὐδὲ ἐν πλήθει θυσιῶν ἐξιλάσκεται ἁμαρτίας
ἡύωυ υἱὸν ἔναντι τοῦ πατρὸς αὐτοῦ ὁ προσάγων θυσίαν ἐκ χρημάτων πενήτων.
ἄρτος ἐπιδεομένων ζωὴ πτωχῶν. ὁ ἀποστερῶν αὐτὴν ἄνθρωπος αἱμάτων·
φονεύων τὸν πλησίον ὁ ἀφαιρούμενος συμβίωσιν,
καὶ ἐκχέων αἶμα ὁ ἀποστερῶν μισθὸν μισθίου.
εἴς οἰκοδομῶν καὶ εἶς καθαιρῶν, τί ὥφέλησαν πλεῖον ἦ κόπου;
εἶς εὐχόμενος καὶ εἴς καταρώμενος, τίνος φωνῆς εἰσακούσεται ὁ δεσπότης;
βαπτιζόμενος ἀπὸ νεκροῦ καὶ πάλιν ἁπτόμενος αὐτοῦ, τί ὠφέλησεν τῷ λουτρῷ αὐτοῦ;
οὕτως ἄνθρωπος νηστεύων ἐπὶ τῶν ἁμαρτιῶν αὐτοῦ καὶ πάλιν πορευόμενος καὶ τὰ αὐτὰ ποιῶν· τῆς προσευχῆς αὐτοῦ τίς εἰσακούσεται καὶ τί φέλησεν ἐν τῷ ταπεινωθῆναι αὐτόν