τῷ φοβουμένῳ Κύριον οὐκ ἀπαντήσει κακόν, ἀλλʼ ἐν πειρασμῷ καὶ πάλιν ἐξελεῖται.
—
ἀνὴρ σοφὸς οὐ μισήσει νόμον, ὁ δὲ ὑποκρινόμενος ἐν αὐτῷ ὡς ἐν καταιγίδι πλοῖον.
—
ἄυθρωπος συνετὸς ἐνπιστεύσει νόμῷ, καὶ ὁ νόμος αὐτῷ πιστὸς (4)ὡς ἐρώτημα δικαίων.
—
ἑτοίμασον λόγον καὶ οὕτως ἀκουσθήσῃ, σύνδησον παιδείαν καὶ ἀποκρίθητι.
—
τροχὸς ἁμάξης σπλάγχνα μωροῦ, καὶ ὡς ἄξων στρεφόμενος ὁ διαλογισμὸς αὐτοῦ.
—
ζππος εἰς ὀχείαν ὡς φίλος μῶκος, ὑποκάτω παντὸς ἐπικαθημένου χρεμετίζει.
—
διὰ τί ἡμέρα ἡμέρας ὑπερέχει, καὶ πᾶν φῶς ἡμέρας ἐνιαυτοῦ ἀφʼ ἡλἰου;
—
ἐν γνώσει Κυρίου διεχωρίσθησαν, καὶ ἠλλοίωσεν καιροὺς καὶ ἑορτάς·
—
ἀπʼ αὐτῶν ἀνύψωσεν καὶ ἡγίασεν, καὶ ἐξ αὐτῶν ἔθηκεν εἰς ἀριθμὸν ἡμερῶν.
—
καὶ ἄνθρωποι πάντες ἀπὸ ἐδάφους, καὶ ἐκ γῆς ἐκτἰσθη Ἀδάμ·
—
ἐν πλήθει ἐπιστήμης Κύριος διεχώρισεν αὐτούς, καὶ ἠλλοίωσεν τὰς ὁδοὺς αὐτῶν·
—
ἐξ αὐτῶν εὺλόγησεν καὶ ἀνύψωσεν, καὶ ἐξ αὐτῶν ἡγίασεν καὶ πρὸς αὐτὸν ἤγισεν· ἀπʼ αὐτῶν κατηράσατο καὶ ἐταπείνωσεν, καὶ ἀνέστρεψεν αὐτοὺς ἀπὸ στάσεως αὐτῶν.
—
ὡς πηλὸς κεραμέως ἐν χειρὶ αὐτοῦ, (14)πᾶσαι αἱ ὁδοὶ αὐτοῦ κατὰ τὴν εὐδοκίαν αὐτοῦ· οὕτως ἄνθρωποι ἐν χειρὶ τοῦ ποιήσαντος αὐτούς, ἀποδοῦναι αὐτοῖς κατὰ τὴν κρίσιν αὐτοῦ.
—
ἀπέναντι τοῦ κακοῦ τὸ ἀγαθόν, καὶ ἀπέναντι τοῦ θανάτου ἡ ζωή· οὕτως ἀπέναντι εὐσεβοῦς ἁμαρτωλός.
—
καὶ οὕτως ἔμβλεψον εἰς πάντα τὰ ἔργα τοῦ ὑψίστου, δύο δύο, ἕν κατέναντι τοῦ ἑνός.
—
²⁵ὡς καλαμώμενος ὀπίσω τρυγητῶν· (17)ἐν εὐλογίᾳ Κυρίου ἔφθασα, καὶ ὡς τρυγῶν ἐπλήρωσα ληνόν.
—
κατανοήσατε ὅτι οὐκ ἐμοὶ μόνῳ ἐκοπίασα, ἀλλὰ πᾶσιν τοῖς ζητοῦσιν παιδείαν.
—
ἀκούσατέ μου, μεγιστᾶνες λαοῦ, καὶ οἱ ἡγούμενοι ἐκκλησίας, ἐναοτίσασθε.
—
υἱῷ καὶ γυναικί, ἀδελφῷ καὶ φίλῳ μὴ δῷς ἐξουσίαν ἐπὶ σὲ ἐν ζωῇ σου· καὶ μὴ δῷς ἑτέρῳ τὰ χρῆματά σου, ἵνα μὴ μεταμεληθεὶς δέῃ περὶ αὐτῶν.
—
ἕως ἔτι ζῆς καὶ πνοὴ ἐν σοί, μὴ ἀλλάξῃς σεαυτὸν πάσῃ σαρκί.
—
κρεῖσσον γάρ ἐστιν τὰ τέκνα δεηθῆναί σου ἡ σὲ ἐμβλέπειν εἰς χεῖρας υἱῶν σου.
—
ἐν πᾶσι τοῖς ἔργοις σου γίνου ὑπεράγαν, μὴ δῷς μῶμον ἐν τῇ δόξῃ σου.
—
ἐν ἡμέρᾳ συντελείας ἡμερῶν ζωῆς σου καὶ ἐν καιρῷ τελευτῆς διάδος κληρονομίαν.
—
χορτάσματα καὶ ῥάβδος καὶ φορτία ὄνῳ, ἄρτος καὶ παιδεία καὶ ἔργον οἰκέτῃ.
—
ἔργασαι ἐν παιδί, καὶ εὑρήσεις ἀνάπαυσιν· ἄνες χεῖρας αὐτῷ, καὶ ζητήσει ἐλευθερίαν.
—
ζυγὸς καὶ ἱμὰς κάμψουσιν τράχηλον, καὶ οἰκέτῃ κακούργῳ στρέβλαι καὶ βάσανοι·
—
μβαλε αὐτὸν εἰς ἐργασίαν, ἴνα μὴ ἀργῇ.
—
πολλὴν γαρ κακίαν ἐδίδαξεν ἡ ἀργία·
—
εἰς ἔργα κατάστησον καθὼς πρέπει αὐτῷ, κἂν μὴ πειθαρχῇ, βάρυνον τὰς πέδας αὐτοῦ. καὶ μὴ περισσεύσῃς ἐν πάσῃ σαρκί, καὶ ἄνευ κρίσεως μὴ ποιήσῃς μηδέν.
—
τἰ ἔστιν σοι οἰκέτης, ἔστω ὡς σύ, ὅτι ἐν αἵματι ἐκτήσω αὐτόν· εἰ ἔστιν σοι οἰκέτης, ἄγε αὐτὸν ὡς σεαυτόν, ὅτι ὡς ἡ ψυχή σου ἐπιδέησις αὐτῷ·
—
ἐὰν κακώσῃς αὐτὸν καὶ ἀπάρας ἀποδρῶ, (33)ἐν ποἰᾳ ὁδῷ ζητήσεις αὐτόν;
—