Ἡγούμενόν σε κατέστησαν ; μὴ ἐπαίρου· γίνου ἐν αὐτοῖς ὡς εἰς ἐξ αὐτῶν, (2)φρόντισον αὐτῶν καὶ οὕτω κάθισον·
—
καὶ πᾶσαυ τὴν χρείαν σου ποιήσας ἀνάπεσε, (3)ἵα εὐφρανθῇς δι᾿ αὐτούς, καὶ εὐκοσμίας χάριν λάβῃς στέφανον.
—
Λάλησον, πρεσβύτερε, πρέπει γάρ σοι, (5)ἐν ἀκριβεῖ ἐπιστήμῃ, καὶ μὴ ἐμποδίσῃς μουσικά.
—
ὅπου ἀκρόαμα, μὴ ἐκχέῃς λαλιάν, καὶ ἀκαίρως μὴ σοφίζου.
—
σφραγὶς ἄνθρακος ἐπὶ κόσμῳ χρυσῷ, σύγκριμα μουσικῶν ἐυ συμποσίῳ οἴυου·
—
ἐν κατασκευάσματι χρυσῷ σφραγὶς σμαράγδου, μέλος μουσικῶν ἐφʼ ἡδεῖ οἴνῳ.
—
λάλησον, νεανίσκε, εί χρεία σου, (¹¹)μόλις δὶς ἐὰν ἐπερωτηθῇς·
—
κεφαλαίωσον λόγον, ἐν ὀλίγοις πολλά· γίνου ὡς γινόσκων καὶ ἅμα σιωπῶν.
—
ἐν μέσᾳῳ μεγιστάνων μὴ ἐξισάζου, καὶ ἑτέρου λέγοντος μὴ πολλὰ ἀδολέσχει.
—
πρὸ βροντῆς κατασπεύδει ἀστραπή, καὶ πρὸ αἰσχυντηροῦ προελεύσεται χάρις.
—
ἐν ὥρᾳ ἐξεγείρου καὶ μὴ οὐράγει. ἀπότρεχε εἰς οἶκον καὶ μὴ ὸᾳθύμει·
—
ἐκεῖ παῖζε καὶ ποίει τὰ ἐνθυμήματά σου, καὶ μὴ ἁμάρτῃς λόγῳ ὑπερηφάνῳ.
—
καὶ ἐπὶ τούτοις εὐλόγησον τὸν ποιήσαντά σε καὶ μεθύσκοντά σε ἀπὸ τῶν ἀγαθῶν αὐτοῦ.
—
Ὁ φοβούμενος Κύριον ἐκδέξεται παιδίαν, καὶ οἱ ὀρθρίζοντες εὑρήσουσιν εὐδοκίαν·
—
ὁ ζητῶν νόμον ἐμπλησθήσεται αὐτοῦ, καὶ ὁ ὑποκρινόμενος σκανδαλισθήσεται ἐν αὐτῷ·
—
οἱ φοβούμενοι Κύριον είρήσουσιν κρίμα. καὶ δικαιώματα ὡς φῶς ἐξάψουσιν.
—
ἄνθρωπος ἁμαρτωλὸς ἐκκλινεῖ ἐλεγμόν, καὶ κατὰ τὸ θέλημα αὐτοῦ εὑρήσει σύγκριμα.
—
ἀνὴρ βουλῆς οὐ μὴ παρίδῃ διανόημα. ἀλλότριος καὶ ὑπερήφανος οὐ καταπτήξει φόβον, (23)καὶ μετὰ τὸ ποιῆσαι μετʼ αὐτοῦ ἄνευ βουλῆς.
—
ἄνευ βουλῆς μηθὲν ποιήσῃς. καὶ ἐν τῷ ποιῆσαί σε μὴ μεταμελοῦ.
—
ἐν ὁδῷ ἀντιπτώματος μὴ πορεύου, καὶ μὴ προσκόψῃς ἐν λιθώδεσιν·
—
μὴ πιστεύσῃς ἐν ὁδῷ ἀπροσκόπῳ,
—
καὶ ἀπὸ τῶν τέκνων σου φύλαξαι.
—
ἐν παντὶ ἔργῳ πίστευε τῇ ψυχῇ σου, καὶ γὰρ τοῦτό ἐστιν τήρησις ἐντολῶν.
—
ὁ πιστεύων νόμῳ προσέχει ἐντολαῖς, καὶ ὁ πεποιθὰς Κυρίῳ οὐκ ἐλαττωθήσεται.
—