Skip to content

Parallel

Sirach (Ecclesiasticus) 31

Swete's Septuagint · Berean Standard Bible

ἀγρυπνία πλούτου ἐκτήκει σάρκας, καὶ ἡ μέριμνα αὐτοῦ ἀφιστῷ ὕπνον·
μἐριμνα ἀγρυπνίας ἀπαιτήσει νυσταγμόν, καὶ ἀρρώστημα βαρὺ ἐκνήψει ὕπνον.
ἐκοπίασεν πλούσιος ἐν συναγωγῇ χρημάτων, καὶ ἐυ τῇ ἀναπαύσει ἐμπίμπλαται τῶν τρυφημάτων αὐτοῦ·
ἐκοπίασεν πτωχὸς ἐν ἐλαττώσει βίου, καὶ ἐν τῇ ἀναπαύσει ἐπιδεὴς γίνεται.
ὁ ἀγαπῶν χρυσίον οὐ δικαιωθήσεται, καὶ ὁ διώκων διαφθορὰν αὐτὸς πλησθήσεται.
πολλοὶ ἐδόθησαν εἰς πτῶμα χάριν χρυσίου, καὶ ἐγενήθη ἀπώλεια αὐτῶν κατὰ πρόσωπον αὐτῶν.
ξύλον προσκόμματός ἐστιν τοῖς ἐνθυσιάζουσιν αὐτῷ, καὶ πᾶς ἄφρων ἁλώσεται ἐν αὐτῷ.
μακάριος πλούσιος ὅς εὑρέθη ἄμωμος, καὶ ὃς ὀπίσω χρυσίου οὐκ ἐπορεύθη·
τίς ἐστιν, καὶ μακαριοῦμεν αὐτόν; ἐποίησεν γὰρ θαυμάσια ἐν λαῷ αὐτοῦ.
τἰς ἐδοκιμάσθη ἐν αὐτῷ καὶ ἐτελειώθη; καὶ ἔστω εἰς καύχησιν. τίς ἐδύνατο παραβῆναι καὶ οὐ παρέβη, καὶ ποιῆσαι κακὰ καὶ οὐκ ἐποίησεν;
στερεωθήσεται τὰ ἀγαθὰ αὐτοῦ, καὶ τὰς ἐλεημοσύνας αὐτοῦ ἐκδιηγήσεται ἐκκλησία.
Ἐπὶ τραπέζης μεγάλης ἐκάθισας· μὴ ἀνοίξῃς ἐπʼ αὐτῆς τὸν φάρυγγά σου. (13)καὶ μὴ εἴπῃς Πολλά γε τὰ ἐπʼ αὐτῆς.
μνήσθητι ὅτι κακὸν ὀφθαλμὸς πονηρός· (15)πονηρότερον ὀφθαλμοῦ τί ἔκτισται διὰ τοῦτο ἀπὸ παντὸς προσώπου δακρύει.
οὑ ἐὰν ἐπιβλέψῃ, μὴ ἐκτείνῃς χεῖρα. (17)καὶ μὴ συνθλίβου αὐτῷ ἐν τρυβλίῳ.
¹⁵υὁει τὰ τοῦ πλησίον ἐκ σεαυτοῦ, καὶ ἐπὶ παντὶ πράγματι διανοοῦ.
φάγε ὡς ἄνθρωπος τὰ παρακείμενά σοι. καὶ μὴ διαμασῶ, μὴ μισηθῇς·
παῦσαι πρῶτος χάριν παιδείας, καὶ μὴ ἀπληστεύου, μὴ ποτε προσκόψῃς·
καὶ εἰ ἀνὰ μέσον πλειόνων ἐκάθισας, πρότερος αὐτῶν μὴ ἐκτείνῃς τὴν χεῖρά σου.
ὡς ἱκανὸν ἀνθρώπῳ πεπαιδευμένῳ τὸ ὀλίγον, καὶ ἐπὶ τῆς κοίτης αὐτοῦ οὐκ ἀσθμαίνει.
ὕπνος ὑγείας ἐπὶ ἐντέρῳ μετρίαφ ἀνέστη πρωί, καὶ ἡ ψυχὴ αὐτοῦ μετʼ αὐεοῦ· (23)πόνος ἀγρυπνίας καὶ χολέρας καὶ στρόφος μετὰ ἀνδρὸς ἀπλήστου.
καὶ εἰ ἐβιάσθης ἐν ἐδέσμασιν, ἀνάστα μεσοπορῶν, καὶ ἀναπαύσῃ.
ἄκουσόν μου, τέκνον, καὶ μὴ ἐξουδενήσῃς με, καὶ ἐπʼ ἐσχάτῳ εὑρήκεις τοὺς λόγους μου. (27)ἐν πᾶσι τοῖς ἔργοις σου γίνου ἐντρεχής. καὶ πᾶν ἀρρώστημα οὐ μή σοι ἀπαντήσῃ.
λαμπρὸν ἐπʼ ἄρτοις εὐλογήσει χείλη, καὶ μαρτυρία τῆς καλλονῆς αὐτοῦ πιστή·
πονηρῷ ἐπʼ ἄρτῳ διαγογγύσει πόλις, καὶ ἡ μαρτυρία τῆς πονηρίας αὐτοῦ ἀκριβής.
Ἐν οἴνῳ μὴ ἀνδρίζου. πολλοὺς γὰρ ἀπὼλεσεν ὁ οἶνος·
κάμινος δοκιμάζει στόμωμα ἐν βαφῇ, οὕτως οἶνος καρδίας ἐν μάχῃ ὑπερηφάνων.
ἔφισον ζωῆς οἶνος ἀνθρώπᾳῳ, ἐὰν πίνῃς αὐτὸν μέτρῳ αὐτοῦ· ᵃ³τἰς ζωὴ ἐλασσουμένῳ οἴνῳ (35)καὶ αὐτὸς ἔκτισται εἰς εὐφροσύνην ἀνθρώποις.
ἀγαλλίαμα καρδίας καὶ εὐφροσύνη ψυχῆς οἶνος πινόμενος ἐυ καιρῷ αὐτάρκης·
πικρία ψυχῆς οἶνος πινόμενος πολὺς ἐν ἐρεθισμῷ καὶ ἀντιπτώματι.
πληθύνει μέθη θυμὸν ἄφρονος εἰς πρόσκομμα. ἐλαττῶν ἰσχὺν καὶ προσποιῶν τραύματα.
ἐν συμποσίῳ οἴνου μὴ ἐλέγξῃς τὸν πλησίον, καὶ μὴ ἐξουθενήσῃς αὐτὸν ἐν εὐφροσύνῃ αὐτοῦ· (42)λόγον ὀνειδισμοῦ μὴ εἶπῃς αὐτῷ, καὶ μὴ αὐτὸν θλίψῃς ἐν ἀπαιτήσει.