Skip to content

Parallel

Sirach (Ecclesiasticus) 30

Swete's Septuagint · Berean Standard Bible

Ὁ ἀγαπῶν τὸν υἱὸν αὐτοῦ ἐνδελεχήσει μάστιγας αὐτῷ, ἵνα εὐφρανθῇ ἐπʼ ἐσχάτων αὐτοῦ·
ὁ παιδεύων τὸν υἱὸν αὐτοῦ ὀνήσεται ἐπʼ αὐτῷ, καὶ ἀνὰ μέσον γνωρίμων ἐπʼ αὐτῷ καυχήσεται·
ὁ διδάσκων τὸν υἱὸν αὐτοῦ παραζηλώσει τὸν ἐχθρόν, καὶ ἔναντι φίλων ἐπʼ αὐτῷ ἀγαλλιάσεται.
ἐτελεύτησεν αὐτοῦ ὁ πατήρ, καὶ ὥς οὐκ ἀπέθανεν, ὅμοιον γὰρ αὐτῷ κατέλιπεν μετʼ αὐτόν.
ἐν τῆ ζωῇ αὐτοῦ εἶδεν καὶ εὐφράνθη, καὶ ἐν τῇ τελευτῇ αὐτοῦ οὐκ ἐλυπήθη·
ἐναντίον ἐχθρῶν κατέλιπεν ἔκδικον, καὶ τοῖς φίλοις ἀνταποδιδόντα χάριν.
περὶ ψυχῶν υἱῶν καταδεσμεύσει τραύματα αὐτοῦ, καὶ ἐπὶ πάσῃ βοῇ ταραχθήσεται σπλάγχνα αὐτοῦ.
8ἵπτ πος ἀδάμαστος ἀποβαίνει σκληρός, καὶ υἱὸς ἀνειμένος ἐκβαίνει προαλής.
τιθήνησον τέκνον καὶ ἐκθαμβήσει σε, σύνπαιξον αὐτῷ καὶ λυπήσει σε.
μὴ συνγελάσῃς αὐτῷ, ἵνα μὴ συνοδυνηθῇς, καὶ ἐπʼ ἐσχάτῳ γομφιάσεις τοὺς ὀδόντας σου.
μὴ δῷς αὐτῷ ἐξουσίαν ἐν νεότητι·
ἡλάσον τὰς πλευρὰς αὐτοῦ ὡς ἔστιν νήπιος, μὴ ποτε σκληρυνθεὶς ἀπειθήσῃ σοι.
παίδευσον τὸν υἱόν σου καὶ ἔργασαι ἐν αὐτῷ, ἵνα μὴ ἐν τῇ ἀσχημοσύνῃ σου προσκόψῃ.
κρείσσων πτωχὸς ὑγιὴς καὶ ἰσχύων τῇ ἔξει ἤ πλούσιος μεμαστιγωμένος εἰς σῶμα αὐτοῦ.
ὑγεία καὶ εὐεξία βελτίων παντὸς χρυσίου, καὶ σῶμα εἰρωστον ἤ ὄλβος ἀμέτρητος. Πεπἰ βρωμάτων.
Οὐκ ἔστιν πλοῦτος βελτίων ὑγείας σώματος, καὶ οὐκ ἔστιν εὐφροσύνη ὑπέρ χαρὰν καρδίας.
κρείσσων θάνατος ὑπέρ ζωὴν πικρὰν ἤ ἀρρώστημα ἔμμονον. ἀγαθὰ ἐκκεχυμένα ἐπὶ στόματι κεκλεισμένα, θέμα βρωμάτων παρακείμενα ἐπὶ τάφῳ.
τί συμφέρει κάρπωσις εἰδώλῳς οὔτε γὰρ ἔδεται οδτε μὴ ὀσφρανθῆ· (20)οὕτως ὁ ἐκδιωκόμενος ὑπὸ Κυρίου.
βλέπων ἐν ὀφθαλμοῖς καὶ στενάζων ὥσπερ εὐνοῦχος περιλαμβάνων παρθένον καὶ στενάζων.
μὴ δῷς εἰς λύπην τὴν ψυχὴν σου, καὶ μὴ θλίψῃς σεαυτὸν ἐν βουλῇ σου.
εὐφροσύνη καρδίας ζωὴ ἀνθρώπου, καὶ ἀγαλλίαμα ἀνδρὸς μακροημέρευσις.
ἀγάπα τὴν ψυχὴν σου καὶ παρακάλει τὴν καρδίαν σου, καὶ λύπην μακρὰν ἀπόστησον ἀπὸ σοῦ· (25)_Φολλοὺς γὰρ ἀπέκτεινεν ἡ λύπη, καὶ οὐκ ἔστιν ὠφελία ἐν αὐτῇ.
ζῆλος καὶ θυμὸς ἐλαττοῦσιν ἡμέρας. καὶ πρὸ καιροῦ γῆρας ἄγει μέριμνα.