Skip to content

Parallel

Sirach (Ecclesiasticus) 29

Swete's Septuagint · Berean Standard Bible

Ὁ ποιῶν ἔλεος δανιεῖ τῷ πλησίον, καὶ ὁ ἐπισχύων τῇ χειρὶ αὐτοῦ τηρεῖ ἐντολάς.
δάνισον τῷ πλησίον ἐν καιρῷ χρείας αὐτοῦ, καὶ πάλιν ἀπόδος τῷ πλησίον εἰς τὸν καιρόν·
στερέωσον λόγον καὶ πιστώθητι μετʼ αὐτοῦ, καὶ ἐν παντὶ καιρῷ εὑρήκεις τὴν χρείαν σου.
εςολλοὶ ὡς εὕρεμα ἐνόμισαν δάνος, καὶ παρέσχον πόνον τοῖς βοηθήσασιν αὐτοῖς.
ἕως οὗ λάβῃ, καταφιλήσει χεῖρα αὐτοῦ, καὶ ἐπὶ τῶν χρημάτων τοῦ πλησίον ταπεινώσει φωνὴν· (6)κρὶ ἐν καιρῷ ἀποδόσεως παρελκύσει χρόνον, καὶ ἀποδώσει λόγους ἀκηδίας καὶ τὸν καιροῦ αἰτιάσεται.
ἐὰν ἰσχύσῃ, μόλις κομίσεται τὸ ἥμισυ καὶ λογιεῖται αὐτὸ ὡς εἰρεμα· (8)εἰ δὲ μή, ἀπεστέρησεν αὐτὸν τῶν χρημάτων αὐτοῦ, καὶ ἐκτήσατο αὐτὸν ἐχθρὸν οὐ δωρεάν· κατάρας καὶ λοιδορίας ἀποδώσει αὐτῷ, καὶ ἀντὶ δόξης ἀποδώσει αὐτῷ ἀτιμίαν.
πολλοὶ χάριν πονηρίας ἀπέστρεψαν, ἀποστερηθῆναι δωρεὰν εὐλαβήθησαν.
χ λῆν ἐπὶ ταπεινῷ μακροθύμησον, καὶ ἐπʼ ἐλεημοσύνην παρελκύσεις αὐτόνχάριν
ἐντολῆς ἀντιλαβοῦ πένητος, καὶ κατὰ τὴν ἔνδειαν αὐτοῦ μὴ ἀποστρέψῃς αὐτὸν κενόν.
ἀπόλεσον ἀργύριον δι᾿ ἀδελφὸν καὶ φίλον, καὶ μὴ ἰωθήτω ὑπὸ τὸν λίθον εἰς ἀπωλίαν·
θὲς τὸν θησαυρόν σου κατʼ ἐντολὰς ὑψίστου, καὶ λυσιτελήσει σοι μᾶλλον ἤ τὸ χρυσίον.
σύνκλεισον ἐλεημοσύνην ἐν τοῖς ταμείοις σου, καὶ αὕτη ἐξελεῖταί σε ἐκ πάσης κακώσεαος·
ὑπέρ ἀσπίδα κράτους καὶ ὑπὲρ δόρυ ἀλκῆς κατέναντι ἐχθροῦ πολεμήσει ὑπέρ σοῦ.
ἀνήρ ἀγαθὸς ἐγγυήσεται τὸν πλησίον, καὶ ὁ ἀπολωλεκὼς αἰσχύνην καταλείψει αὐτόν.
χάριτας ἐγγύου μὴ ἐπιλάθῃ, ἔδωκεν γὰρ τὴν ψυχὴν αὐτοῦ ὑπέρ σοῦ.
ἀγαθὰ ἐγγύου ἀνατρέψει ἁμαρτωλός, καὶ ἀχάριστος ἐν διανοίᾳ ἐγκαταλείψει ῥυσάμενον.
ἐγγύη πολλοὺς ἀπώλεσεν κατευθύνοντας, καὶ ἐσάλευσεν αὐτοὺς ὡς κῦμα θαλάσσης· (25)ἄνδρας δυνατοὺς ἀπᾠκισεν, καὶ ἐπλανήθησαν ἐν ἔθνεσιν ἀλλοτρίοις.
ἁμαρτωλὸς ἐμπεσὼν εἰς ἐγγύην καὶ διώκαων ἐργολαβείας ἐμπεσεῖται εἰς κρίσεις.
ἀντιλαβοῦ τοῦ πλησίον κατὰ δύναμίν σου, καὶ πρόσεχε σεαυτῷ μὴ ἐμπέσῃς.
Ἀρχὴ ζωῆς ὕδωρ καὶ ἄρτος καὶ ἱμάτιον, καὶ οἶκος καλύπτων ἀσχημοσύνην.
κρείσσων βίος πτωχοῦ ὑπὸ σκέπην δοκῶν ἡ ἐδέσματα λαμπρὰ ἐν ἀλλοτρίοις.
ἐπὶ μικρῷ καὶ μεγάλῳ εὐδοκίαν ἔχεζωὴ
πονηρὰ ἐξ οἰκίας εἰς οἰκίαν, καὶ οὗ παροικήσει οὐκ ἀνοίξει στόμα·
ξενιεῖς καὶ ποτιεῖς εἰς ἀχάριστα, καὶ πρὸς ἐπὶ τούτοις πικρὰ ἀκούσῃ
Τάρελθε, πάροικε, κόσμησον τράπεζαν, καὶ εἵ τι ἐν τῇ χειρί σου ψώμισόν με·
ἔξελθε, πάροικε, ἀπὸ προσώπου δόξης, ἐπεξένωταί μοι ὁ ἀδελφός, χρεία τῆς ξενίας.
βαρέα ταῦτα ἀνθρώπῳ ἔχοντι φρόνησιν, ἐπιτίμησις οἰκίας καὶ ὀνειδισμὸς δανιστοῦ. Περὶ τέκνων.