ὁ ἐκδικῶν παρὰ Κυρίου εὑρήσει ἐκδίκησιν, καὶ τὰς ἁμαρτίας αὐτοῦ διαστηριῶν διαστηρίσει.
—
ἄφες ἀδίκημα τῷ πλησίον σου, καὶ τότε δεηθέντος σου αἱ ἁμαρτίαι σου λυθήσονται.
—
ἄνθρωπος ἀνθρώπῳ συντηρεῖ ὀργὴν, καὶ παρὰ Κυρίου ζητεῖ ἵασιν
—
ἐπ ἄνθρωπον ὅμοιον αὐτῷ οὐκ ἔχει ἔλεος, καὶ περὶ τῶν ἁμαρτιῶν αὐτοῦ δεῖται;
—
αὐτὸς σὰρξ ὧν διατηρεῖ μῆνιν, τίς ἐξιλάσεται τὰς ἁμαρτίας αὐτοῦ;
—
μνήσθητι τὰ ἔσχατα καὶ παῦσαι ἐχθραίνων, (7)καταφθορὰν καὶ θάνατον, καὶ ἔμμενε ἐντολαῖς.
—
μνήσθητι ἐντολῶν καὶ μὴ μηνίσῃς τῷ πλησίον, (9)καὶ διαθήκην Ὑψίστου, καὶ πάριδε ἄγνοιαν.
—
Ἀπόσχου ἀπὸ μάχης. καὶ ἐλαττώσεις ἁμαρτίας· Μνθρωπος γὰρ θυμώδης ἐκκαύσει μάχην.
—
καὶ ἀνὴρ ἁμαρτωλὸς ταράξει φίλους, καὶ ἀνὰ μέσον εἰρηνευόντων ἐκβάλλει διαβολήν.
—
κατὰ τὴν ὕλην πυρὸς οὕτως ἐκκαυθήσεται, κατὰ τὴν ἰσχὺν τοῦ ἀνθρώπου ὁ θυμὸς αὐτοῦ ἔσται· καὶ κατὰ τὸν πλούτου ἀνυψώσει ὀργὴν αὐτοῦ, καὶ κατὰ τὴν στερέωσιν τῆς μάχης ἐκκαυθήρτεται.
—
ἔρις κατασπευδομένη ἐκκαίει πῦρ, καὶ μάχη κατασπεύδουσα ἐκχέει αἶμα.
—
ἐὰν φυσήσῃς σπινθῆρα ἐκκαήσεται, καὶ ἐὰν πτύσῃς ἐπʼ αὐτὸν σβεσθήσεται· καὶ ἀμφότερα ἐκ τοῦ στόματός σου ἐκπορεύεται.
—
ψίθυρον καὶ δίγλωσσον καταρᾶσθε, πολλοὺς γὰρ εἰρηνεύοντας ἀπώλεσαν.
—
γλῶσσα τρίτη πολλοὺς ἐσάλευσεν καὶ διέστησεν αὐτοὺς ἀπὸ ἔθνους εἰς ἔθνος, (17)καὶ πόλεις ὀχυρὰς καθεῖλεν, καὶ οἰκίας μεγιστάνων κατέστρεψεν·
—
γλῶσσα τρίτη γυναῖκας ἀνδρείας ἐξέβαλεν, καὶ ἐστέρεσεν αὐτὰς τῶν πόνων αὐτῶν·
—
ὁ προσέχων αὐτῇ οὐ μὴ εὕρῃ ἀνάπαυσιν, οὐδὲ κατασκηνάσει μεθʼ ἡσυχίας.
—
πληγὴ μάστιγος ποιεῖ μώλωπας, πληγὴ δέ γλώσσης συνκλάσει ὀστᾶ.
—
ὅλοι ἔπεσαν ἐν στόματι μαχαίρας. καὶ οὐχ ὡς οἱ πεπτωκότες διὰ γλῶσσαν.
—
μακάριος ὁ σκεπασθεὶς ἀπʼ αὐτῆς, ὁς οὐ διῆλθεν ἐν τῷ θυμῷ αὐτῆς, ὁς οὐχ εἵλκυσεν τὸν ζυγὸν αὐτῆς, καὶ ἐν τοῖς δεσμοῖς αὐτῆς οὐκ ἐδέθη·
—
ὁ γὰρ ζυγὸς αὐτῆς ζυγὸς σιδηροῦς. καὶ οἱ δεσμοὶ αὐτῆς δεσμοὶ χαλκεῖοι·
—
θάνατος πονηρὸς ὁ θάνατος αὐτῆς, καὶ λυσιτελὴς μᾶλλον ὁ ἄδης αὐτῆς.
—
οὐ μὴ κρατήσῃ εὐσεβῶν, καὶ ἐν τῇ φλογὶ αὐτῆς οὐ καήσονται·
—
οἱ καταλείποντες Κύριον ἐμπεσοῦνται εἰς αὐτήν, καὶ ἐν αὐτοῖς ἐκκαήσεται καὶ οὐ μὴ σβεσθῇ· ἐξαποσταλήσεται ἐπʼ αὐτοῖς ὡς λέων, καὶ ὡς πάρδαλις λυμανεῖται αὐτούς.
—
δὲ, περίφραξον τὸ κτῆμά σου ἀκάνθαις, (29)τὸ ἀργύριόν σου καὶ τὸ χρυσίον κατάδησον·
—
καὶ τοῖς λόγοις σου ποίησον ζυγὸν καὶ σταθμόν, καὶ τῷ στόματί σου ποίησον θύραν καὶ μοχλόν.
—
πρόσεχε μὴ πως ὀλισθήσῃς ἐν αὐτῇ, μὴ πέσῃς κατέναντι ἐνεδρεύοντος.
—