χάριν ἀδιαφόρου πολλοὶ ἥμαρτον, καὶ ὁ ζητῶν πληθῦναι ἀποστρέψει ὀφθαλμόν.
—
ἀνὰ μέσον ἁρμῶν λίθων παγήσεται πάσσαλος, καὶ ἀνὰ μέσον πράσεως καὶ ἀγορασμοῦ συντριβήσεται ἁμαρτία.
—
ἐὰν μὴ ἐν φόβῳ Κυρίου κρατήσῃ κατὰ σπουδήν, ἐν τάχει καταστραφήσεται αὐτοῦ ὁ οἶκος.
—
ἐν σείσματι κοσκίνου διαμένει κοπρία, οὕτως σκύβαλα ἀνθρώπου ἐν λογισμῷ αὐτοῦ.
—
σκεύη κεραμέως δοκιμάζει κάμινος, καὶ πειρασμὸς ἀνθρώπου ἐυ διαλογισμῷ αὐτοῦ.
—
γεώργιον ξύλου ἐκφαίνει ὁ καρπὸς αὐτοῦ, οὕτως λόγος ἐνθυμήματος καρδίας ἀνθρώπου.
—
πρὸ λογισμοῦ μὴ ἐπαινέσῃς ἄνδρα, οὗτος γὰρ πειρασμὸς ἀνθρώπων.
—
ἐὰν διώκῃς τὸ δίκαιον, καταλήμψῃ, καὶ ἐνδύσῃ αὐτὸ ὡς ποδήρη δόξης.
—
πετεινὰ πρὸς τὰ ὅμοια αὐτοῖς καταλύσει, καὶ ἀλήθεια πρὸς τοὺς ἐργαζομένους αὐτὴν ἐπανήξει.
—
λέων θῆραν ἐνεδρεύει, οὕτως ἁμαρτίαι ἐργαζομένους ἄδικα.
—
διήγησις εὐσεβοῦς διὰ παντὸς σοφία, ὁ δὲ ἄφρων ὡς σελήνη ἀλλοιοῦται.
—
εἰς μέσον ἀσυνέτων συντήρησον καιρόν, εἰς μέσον δὲ διανοουμένου ἐνδελέχιζε.
—
διήγησις μαορῶν προσόχθισμα, καὶ ὁ γέλως αὐτῶν ἐν σπατάλῃ ἁμαρτίας.
—
λάλα πολυόρκου ὀρθώσει τρίχας. καὶ ἡ μάχη αὐτῶν ἐνφραγμὸς ὠτίων.
—
ἕκχυσις αἵματος μάχη ὑπερηφάνων, καὶ ἡ διαλοιδόρησις αὐτῶν ἀκοὴ μοχθηρά.
—
Ὁ ἀποκαλύπτων μυστήρια ἀπώλεσεν πίστιν, καὶ οὐ μὴ εὕρῃ φίλον πρὸς τὴν ψυχὴν αὐτοῦ.
—
στέρξον φίλον καὶ πιστώθητι μετʼ αὐτοῦ· (19)ἐὸν δὲ ἀποκαλύψῃς τὰ μυστήρια αὐτοῦ, οὐ μὴ καταδιώξῃς ὀπίσω αὐτοῦ.
—
καθὼς γὰρ ἀπώλεσεν ἄνθρωπος τὸν ἐχθρὸν αὐτοῦ, οὕτως ἀπώλεσας τὴν φιλίαν τοῦ πλησίον·
—
19καὶ ὡς πετεινὸν ἐκ χειρός σου ἀπέλυσας, οὕτως ἀφῆκας τὸν πλησίον, καὶ οὐ θηρεύσεις αὐτόν.
—
μὴ αὐτὸν διώξῃς, ὅτι μακρὰν ἀπέστη, καὶ ἐξέφυγεν ὡς δορκὰς ἐκ παγίδος.
—
ὅτι τραῦμα ἔστιν (23)καταδῆσαι, καὶ λοιδορίας ἐστὶν διαλλαγή· (24)ὁ δὲ ἀποκαλύψας μυστήρια ἀφήλπισεν.
—
διανεύων ὀφθαλμῷ τεκταίνει κακά, καὶ οὐδεὶς αὐτὸν ἀποστήσει ἀπʼ αὐτοῦ·
—
ἀπέναντι τῶν ὀφθαλμῶν σου γλυκανεῖ στόμα σου καὶ ἐπὶ τῶν λόγων σου ἐκθαυμάσει, ὕστερον δὲ διαστρέψει τὸ στόμα αὐτοῦ καὶ ἐν τοῖς λόγοις σου δώσει σκάνδαλον.
—
πολλὰ ἐμίσησα καὶ οὐχ ὀμοίωσα αὐτῷ, καὶ ὁ κύριος μισήσει αὐτόν.
—
ὁ ββάλλων λίθον εἰς ὕψος ἐπὶ κεφαλὴν αὐτοῦ βάλλει, καὶ πληγὴ δολία διελεῖ τραύματα.
—
ὁ ὀρύσσων βόθρον εἰς αὐτὸν ἐμπεσεῖται, καὶ ὁ ἱστῶν παγίδα ἐν αὐτῇ ἁλώσεται·
—
ὁ ποιῶν πονηρὰ εἰς αὐτὸν κυλισθήσεται, καὶ οὐ μὴ ἐπιγνῷ πόθεν ἤκει αὐτῷ.
—
ἐμπαιγμὸς καὶ ὀνειδισμὸς ὑπερηφάνων, καὶ ἡ ἐκδίκησις ὡς λέων ἐνεδρεύσει αὐτόν.
—
παγίδι ἁλώσονται οἱ εὐφραινόμενοι πτώσει εὐσεβῶν, καὶ ὀδύνη καταναλώσει αὐτοὺς πρὸ τοῦ θανάτου αὐτῶν.
—
Μῆνις καὶ ὀργή, καὶ ταῦτά ἐστιν βδελύγματα, καὶ ἀνὴρ ἁμαρτωλὸς ἐγκρατὴς ἔσται αὐτῶν.
—