Γυναικὸς ἀγαθῆς μακάριος ὁ ἀνήρ, καὶ ἀριθμὸς τῶν ἡμερῶν αὐτοῦ διπλάσιος.
—
γυνὴ ἀνδρεία εὐφραίνει τὸν ἄνδρα αὐτῆς, καὶ τὰ ἔτη αὐτοῦ πληρώσει ἐν εἰρήνῃ.
—
γυνὴ ἀγαθὴ μερὶς ἀγαθή, ἐν μερίδι φοβουμένων Κύρον δοθήσεται.
—
τλουσίου δὲ καὶ πτωχοῦ καρδία ἀγαθή, ἐν παντὶ καιρῷ πρόσωπον ἱλαρόν.
—
ἀπὸ τριῶν εὐλαβήθη ἡ καρδία μου, καὶ ἐπὶ τῷ τετάρτῳ προσώπῳ ἐδεήθηνδιαβολὴν (⁹)πόλεως, καὶ ἐκκλησίαν ὄχλου, (7)καὶ καταψευσμόν, ὑπέρ θάνατον πάντα μοχθηρά.
—
6ἄλγος καρδίας καὶ πένθος γυνὴ ἀντίζηλος ἐπὶ γυναικί, καὶ μάστιξ γλώσσης πᾶσιν ἐπικοινωνοῦσα.
—
βοοζύγιον σαλευόμενον γυνὴ πονηρά, ὁ κρατῶν αὐτῆς ὡς ὁ δρασσόμενος σκορπίου.
—
ὀργὴ μεγάλη γυνὴ μέθυσος, καὶ ἀσχημοσύνην αὐτῆς οὐ συνκαλύψει.
—
πορνεία γυναικὸς ἐν μετεωρισμοῖς ὀφθαλμῶν, καὶ ἐν τοῖς βλεφάροις αὐτῆς γνωσθήσεται.
—
ἐπ ὶ θυγατρὶ ἀδιατρέπτως στερέωσον φυλακήν, ἵνα μὴ εὑροῦσα ἄνεσιν ἑαυτῇ χρήσηται·
—
ὀπίσω ἀναιδοῦς ὀφθαλμοῦ φύλαξαι, καὶ μὴ θαυμάσῃς ἐὰν εἰς σὲ πλημμελήσῃ·
—
ς διψῶν ὁδοιπόρος τὸ στόμα ἀνοίγει, καὶ ἀπὸ παντὸς ὕδατος τοῦ σύνεγγυς πίεται, κατέναντι παντὸς πασσάλου καθήσεται, καὶ ἔναντι βέλους ἀνοίξει φαρέτραν.
—
χάρις γυναικὸς τέρψει τὸν ἄνδρα αὐτῆς, καὶ τὰ ὀστᾶ αὐτοῦ πιανεῖ ἡ ἐπιστήμη αὐτῆς.
—
δόσις Κυρίου γυνὴ σιγηρά, (8)καὶ οὐκ ἔστιν ἀντάλλαγμα πεπαιδευμένης ψυχῆς·
—
χάρις ἐπὶ χάριτι γυνὴ αἰσχυντηρά, καὶ οὐκ ἔστιν σταθμὸς πᾶς ἄξιος ἐγκρατοῦς ψυχῆς.
—
ἥλιος ἀνατέλλων ἐν ὑψίστοις Κυρίου, καὶ κάλλος ἀγαθῆς γυναικὸς ἐν κόσμῳ οἰκίας αὐτοῦ·
—
λύχνος ἐκλάμπων ἐπὶ λυχνίας ἁγίας, καὶ κάλλος προσώπου ἐπὶ ἡλικίᾳ στασίμῃ·
—
στύλοι χρύσεοι ἐπὶ βάσεως ἀργυρῆς. καὶ πόδες ὡραῖοι ἐπὶ στέρνοις εὐσταθοῦς.
—
Επὶ 1 δυσὶ λελύπηται ἡ καρδία μου, καὶ ἐπὶ τῷ τρίτῳ θυμός μοι ἐπῆλθεν· (26)ἀνὴρ πολεμιστὴς ὑστερῶν δι᾿ νδειαν, καὶ ἄνδρες συνετοὶ ἐὰν σκυβαλισθῶσιν, (27)ἐπανάγων ἀπὸ δικαιοσύνης ἐπὶ ἁμαρτίαν· ὁ κύριος ἑτοιμάσει εἰς ῥομφαίκαν αὐτόν.
—
Μόλις ἐξελεῖται ἔμπορος ἀπὸ πλημμελείας. καὶ οὐ δικαιωθήσεται κάπηλος ἀσὸ ἁμαρτίας.
—