Ἐν τρισὶν ὡραίσθην καὶ ἀνέστην ὡραία ἔναντι Κυρίου καὶ ἀνθρώπων· (2)ὁμόνοια ἀδελφῶν, καὶ φιλία τῶν πλησίον, καὶ γυνὴ καὶ ἀνὴρ ἑαυτοῖς συνπεριφερόμενοι
—
τρία δὲ εἴδη ἐμίσησεν ἡ ψυχὴ μου καὶ προσώχθισα σφόδρα τῇ ζωῇ αὐτῶνεττωχὸν (4)ὑπερήφανον, καὶ πλούσιον ψεύστην, γέροντα μοιχὸν ἐλαττούμενον συνέσει.
—
ἐν νεότητι οὐ συναγίοχας, καὶ πῶς ἂν εὕροις ἐν τῷ γήρᾳ σου;
—
ὡς ὡραῖον πολιαῖς κρίσις, καὶ πρεσβυτέροις ἐπιγνῶναι βουλήν·
—
ὡς ὡραία γερόντων σοφία, καὶ δεδοξασμένοις διανόημα καὶ βουλή.
—
στέφανος γερόντων πολυπειρία, καὶ τὸ καύχημα αὐτῶν φόβος Κυρίου.
—
Ἐννέα ὑπονοήματα ἐμακάρισα ἐν καρδίᾳ, καὶ τὸ δέκατον ἐρῶ ἐπὶ γλώσσης· (10)Μνθρωπος εὐφραινόμενος ἐπὶ τέκνοις, ζῶυ καὶ βλέπων ἐπὶ πτώσει ἐχθρῶν·
—
μακάριος ὁ συνοικῶν γυναικὶ συνετῇ, καὶ ὸς ἐν γλωσσῃ οὐκ λίσθησεν, καὶ ὅς οὐκ ἐδούλευσεν ἀναξίῳ αὐτοῦ·
—
μακάριος ὁς εὗρεν φρόνησιν, καὶ ὁ διηγούμενος εἰς ὥτα ἀκουόντων·
—
ὁὡι μέγας ὁ εὑρών σοφίαν, ἀλλʼ οὐκ ἔστιν ὑπέρ τὸν φοβούμενον τὸν κύριον·
—
φόβος Κυρίου ὑπέρ πᾶν ὑπερέβαλεν, ὁ κρατῶυ αὐτοῦ τίνι ὁμοιωθήσεται;
—
Ιᾶσαν πληγήν, καὶ μὴ πληγὴν καρδίας· καὶ πᾶσαν πονηρίαν, καὶ μὴ πονηρίαν γυναικῆς·
—
ετᾶσαν ἐπαγωγήν, καὶ μὴ ἐπαγωγὴν μισούντων· (21)καὶ πᾶσαν ἐκδίκησιν, καὶ μὴ ἐκδίκησιν ἐχθρῶν.
—
οὐκ ἔστιν κεφαλὴ ὑπὲρ κεφαλὴν ὄφεως, καὶ οὐκ ἔστιν θυμὸς ὑπέρ θυμὸν ἐχθροῦ.
—
συνοικῆσαι λέοντι καὶ δράκοντι εὐδοκήσω ἤ ἐνοικῆσαι μετὰ γυναικὸς πονηρᾶς.
—
πονηρία γυναικὸς ἀλλοιοῖ τὴν ὄρασιν αὐτῆς, καὶ σκοτοῖ τὸ πρόσωπον αὐτῆς ὡς σάκκον·
—
ἀνὰ μέσον τοῦ πλησίον αὐτοῦ (25)ἀναπεσεῖται ὁ ἀνὴρ αὐτῆς, καὶ ἀκούσας ἀνεστέναξεν πικρά.
—
μικρὰ πᾶσα κακία πρὸς κακίαν γυναικός, κλῆρος ἁμαρτωλοῦ ἐπιπέσοι αὐτῇ.
—
ἀνάβασις ἀμμώδης ἐν ποσὶν πρεσβυτέρου, οὕτως γυνὴ γλωσσώδης ἀνδρὶ ἡσύχᾳῃλ
—
μὴ προσπέσῃς ἐπὶ κάλλος γυναικός, καὶ γυναῖκα μὴ ἐπιποθήσῃς.
—
ὀργὴ καὶ ἀναίδεια καὶ αἰσχύνη μεγάλη πγυνὴ ἐὰν ἐπιχορηγῇ τῷ ἀνδρὶ αὐτῆς.
—
καρδία ταπεινὴ καὶ πρόσωπον σκυθρωπὸν καὶ πληγὴ καρδίας γυνὴ πονηρά· (32)χεῖρες παρειμέναι καὶ γόνατα παραλελυμένα, ἥτις οὐ μακαριεῖ τὸν ἄνδρα αὐτῆς.
—
ἀπὸ γυναικὸς ἀρχὴ ἁμαρτίας. καὶ δι αὐτὴν ἀποθνήσκομεν πάντες.
—
μὴ δῷς υδατι διέξοδον, μηδέ γυναικὶ πονηρῷ ἐξουσίαν·
—
εἰ μὴ πορεύεται κατὰ χεῖρά σου, (36)ἀπὸ τῶν σαρκῶν σου ἀπότεμε αὐτήν.
—