Ἡ σοφία αἰνέσει ψυχὴν αὐτῆς, καὶ ἐν μέσῳ λαοῦ αὐτῆς καυχήσεται.
—
ἐν ἐκκλησίὰ Ὑψἰστου στόμα αὐτῆς ἀνοίξει. καὶ ἔναντι δυνάμεως αὐτοῦ καυχήσεται
—
Ἐγὼ ἀπὸ στόματος Ὑψίστου ἐξῆλθον, (6)καὶ ὡς ὁμίχλη κατεκάλυψα γῆν·
—
ἐγὼ ἐν ὑψηλοῖς κατεσκήνωσα, καὶ ὁ θρόνος μου ἐν στύλῳ νεφέλης·
—
γῦρον οὐρανοῦ ἐκύκλωσα μόνη, καὶ ἐν βάθει ἀβύσσων περιεπάτησα·
—
ἐν κύμασιν θαλάσσης (9)καὶ ἐν πάσῃ τῇ γῇ, (10)καὶ ἐν παντὶ λαῷ καὶ ἔθνει ἐκτησάμην·
—
μετὰ τούτων πάντων ἀνάπαυσιν ἐζήτησα, καὶ ἐν κληρονομίᾳ τίνος αὐλισθήσομαις
—
τότε ἐνετείλατό μοι ὁ κτίστης ἁπάντων, καὶ ὁ κτίσας με κατέπαυσεσ τὴν σκηνὴν μου (13)καὶ εἶπ εν Ἐν Ἰακὼβ κατασκήνωσον, καὶ ἐν Ἰσραὴλ κατακληρονομήθητι.
—
πρὸ τοῦ αἰῶνος ἀπʼ ἀρχῆς ἔκτισέν με. καὶ ἕως αἰῶνος οὐ μὴ ἐκλίπαω.
—
ἐν σκηνῇ ἁγίᾳ ἐνώπιον αὐτοῦ ἐλειτούργησα, (15)καὶ οὕτως ἐν Σειῶν ἐστηρίχθην·
—
ἐν πόλει ἠγαπημένῃ ὀμοίαως με κατέπαυσεν, καὶ ἐν Ἰερουσαλὴμ ἡ ἐξουσία μου·
—
καὶ ἐρρίζωσα ἐν λαῷ δεδοξασμένῳ. ἐν μερίδι Κυρίου κληρονομίας αὐτοῦ.
—
ὡς κέδρος ἀνυψώθην ἐν τῷ ΑΛιβάνῳ, καὶ ὡς κυπάρισσος ἐν ὄρεσιν Ἀερμών·
—
ὁς φοίνιξ ἀνυψώθην ἐν αἰγιαλοῖς, καὶ ὡς φυτὰ ὸόδου ἐν Ἰερειχώ· (19)ὡς ἐλαία εὐπρεπὴς ἐν πεδίῳ, καὶ ἀνυψώθην ὡς πλάτανος.
—
ὁὡς κιννάμωμον καὶ ἀσπάλαθος ἀρωμάτων δέδωκα ὀσμήν, καὶ ὡς σμύρνα ἐκλεκτὴ διέδωκα εὐωδίαν, ὡς χαλβάνη καὶ ὄνυξ καὶ στακτή, καὶ ὡς λιβάνου ἀτμὶς ἐν σκηνῇ·
—
ἐγὼ ὡς τερέμινθος ἐξέτεινα κλάδους μου, καὶ οἱ κλάδοι μου κλάδοι δόξης καὶ χάριτος.
—
ἐγὼ ὡς ἄμπελος βλαστήσασα χάριν. καὶ τὰ ἄνθη μου καρπὸς δόξης καὶ πλούτου.
—
προσέλθετε πρὸς μέ, οἱ ἐπιθυμοῦντές μου, καὶ ἀπὸ τῶν γενημάτων μου ἐμπλήσθητε·
—
τὸ γὰρ μνημόσυνόν μου ὑπέρ μέλι γλυκύ, καὶ ἡ κληρονομία μου ὑπέρ μέλιτος κηροῦ.
—
οἱ ἐσθίοντές με ἔτι πεινάσουσιν, καὶ οἱ πίνοντές με ἔτι διψήσουσιν·
—
ὁ ὑπακούων μου οὐκ αἰσχυνθήσεται, καὶ οἱ ἐργαζόμενοι ἐν ἐμοὶ οὐχ ἁμαρτήσουσιν.
—
ταῦτα πάντα ββίδλος διαθήκης θεοῦ Ὑψίστου, νόμον ὃν ἐνετείλατο Μωυσῆς κληρονομίαν συναγωγαῖς Ἰακώβ·
—
ὁ πιμπλῶν ὡς Φισὼν σοφίαν, καὶ ὡς Τίγρις ἐν ἡμέραις νέων·
—
ὁ ἀναπληρῶν ὡς Εὐφράτης σύνεσιν, καὶ ὡς Ἰορδάνης ἐν ἡμέραις θερισμοῦ·
—
ὁ ἐκφαίνων ὡς φῶς παιδείαν, ὡς Γηὼν ἐν ἡμέραις τρυγητοῦ.
—
οὐ συνετέλεσεν ὁ πρῶτος γνῶναι αὐτήν, καὶ οὕτως ὁ ἔσχατος οὐκ ἐξιχνίασεν αὐτήν·
—
ἀπὸ γὰρ θαλάσσης ἐπληθύνθη διανόημα αὐτῆς, καὶ ἡ βουλὴ αὐτῆς ἀπὸ ἀβύσσου μεγάλης.
—
κἀγὼ ὡς διῶρυξ ἀπὸ ποταμοῦ, καὶ ὡς ὑδραγωγὸς ἐξῆλθον εἰς παράδεισον·
—
κἶπα Ποτιῶ μου τὸν κῆπον, καὶ μεθύσω μου τὴν πρασιάν· (43) καὶ ἰδοὺ ἐγένετό μοι ἡ διῶρυξ εἰς ποταμόν, καὶ ὁ ποταμός μου ἐγένετο εἰς θάλασσαν.
—
ἔτι παιδείαν ὡς ὄρθρον φωτιῶ, καὶ ἐκφανῶ αὐτὰ ἕως εἰς μακράν·
—
ἔτι διδασκαλίαν ὡς προφητείαν ἐκχεῶ, καὶ καταλείψω αὐτὴν εἰς γενεὰς αἰώνων.
—
ἴδετε ὅτι οὐκ ἐμοὶ μόνῳ ἐκοπίασα, ἀλλʼ ἅποσιν τοῖς ἐκζητοῦσιν αὐτήν.
—