Parallel
Sirach (Ecclesiasticus) 23
Swete's Septuagint · Berean Standard Bible
Κύριε, πάτερ καὶ δέσποτα ζωῆς μου. μὴ ἐγκαταλίπῃς με ἐν βουλῇ αὐτῶν, μὴ ἀιφῆς με πεσεῖν ἐν αὐτοῖς.
—
τίς ἐπιστήσει ἐπὶ τοῦ διανοήματός μου μάστιγας. καὶ ἐπὶ τῆς καρδίας μου παιδείαν σοφίας, ἵνα ἐπὶ τοῖς ἀγνοήμασίν μου μὴ φείσωνται, καὶ οὐ μὴ παρῇ τὰ ἁμαρτήματα αὐτῶν·
—
ὅπως μὴ πληθύνωσιν αἱ ἄγνοιαί μου, καὶ αἱ ἁμαρτίαι μου πλεονάσαωσιν, καὶ πεσοῦμαι ἔναντι τῶυ ὑπεναντίων, καὶ ἐπιχαρεῖταί μοι ὁ ἐχθρός μου
—
κοιλίας ὄρεξις καὶ συνουσιασμὸς μὴ καταλαβέτωσάν με. καὶ ψυχῇ ἀναιδεῖ μὴ παραδῷς με. Παιδεία στόματος.
—
ἐν τοῖς χείλεσιν αὐτοῦ ⁸καταλεμμφθήσεται ἁμαρτωλὸς καὶ λοίδορος καὶ ὑπερήφανος· σκανδαλισθήσονται ἐν αὐτοῖς.
—
ὥσπερ γὰρ οἰκέτης ἐξεταζόμενος ἐνδελεχῶς ἀπὸ μώλωπος οὐκ ἐλατπαοθήσεται, οὕτως καὶ ὁ ὀμνύων καὶ ὀνομάζων διὰ παντὸς ἀπὸ ἁμαρτίας οὐ μὴ καθαρισθῇ.
—
ἀνὴρ πολύορκος πλησθήσεται ἀνομίας, καὶ οὐκ ἀποστήσεται ἀπὸ τοῦ οἴκου αὐτοῦ μάστιξ· (13)ἐὰν πλημμελήσῃ, ἁμαρτία αὐτοῦ ἐπʼ αὐτῷ, κἂν ὑπερίδῃ, ἥμαρτεν δισσῶς· (14)καὶ εἰ διὰ κενῆς μοσεν, οὐ δικαιωθήσεται, πλησθήσεται γὰρ ἐπαγωγῶν ὁ οἶκος αὐτοῦ.
—
ἔστιν λέξις ἀντιπεριβεβλημένη θανάτῳ, μὴ εὑρεθήτω ἐν κληρονομίᾳ Ἰακώβ· (16)ἀπὸ γὰρ εὐσεβῶν ταῦτα πάντα ἀποστήσεται, καὶ ἐν ἁμαρτίαις οὐκ ἐνκυλισθήσονται.
—
μνήσθητι πατρὸς καὶ μητρός σου, ἀνὰ μέσον γὰρ μεγιστάνων συνεδρεύει· (19)μή ποτε ἐπιλάθῃ ἐνώπιον αὐτῶν, καὶ τῷ ἐθισμῷ σου μωρανθῇς, καὶ θελήσεις εἰ μὴ ἐγεννήθης, καὶ τὴν ἡμέραν τοῦ τοκετοῦ σου μὴ καταράσῃ.
—
Δύο εἴδη πληθύνουσιν ἁμαρτίας. καὶ τὸ τρίτον ἐπάξει ὀργήν· (22)ψυχὴ θερμὴ ὡς πῦρ καιόμενον, οὐ μὴ σβεσθῇ ἕως ἂν καταποθῇ· (23)ἄνθρωπος πόρνος ἐν σώματι σαρκὸς αὐτοῦ, οὐ μὴ παύσηται ἕως ἂν ἐκκαύσῃ πῦρ·
—
ἄνθρωπος παραβαίνων ἀπὸ τῆς κλίνης αὐτοῦ, λέγων ἐν τῇ ψυχῇ αὐτοῦ Τίς με ὁρᾷ; (26)σκότος κύκλῳ μου, καὶ οἱ τοῖχοί με καλύπτουσιν, καὶ οὐθείς με ὁρᾷ, τί εὐλαβοῦμαις; τῶν ἁμαρτιῶν μου οὐ μὴ μνησθήσεται ὁ ὕψιστος.
—
καὶ ὀφθαλμοὶ ἀνθρώπων ὁ φόβος αὐτοῦ, (28)καὶ οὐκ ἔγνω ὅτι ὀφθαλμοὶ Κυρίου μυριοπλασίως ἡλίου φωτεινότεροι, ἐπιβλέποντες πάσας ὁδοὺς ἀνθρώπων καὶ κατανοοῦντες εἰς ἀπόκρυφα μέρη.
—
πρῶτον μὲν γὰρ ἐν νόμῳ Ὑψίστου ἠπείθησεν, καὶ δεύτερον εἰς ἄνδρα ἑαυτῆς ἐπλημμέλησεν· καὶ τὸ τρίτον ἐν πορνείᾳ ἐμοιχεύθη, ἐξ ἀλλοτρίου ἀνδρὸς τέκνα παρέστησεν.
—
καὶ ἐπιγνώσονται οἵ καταλειφθέντες ὅτι οὐθὲν κρεῖττον φόβου Κυρίου, καὶ οὐθὲν γλυκύτερον τοῦ προσέχειν ἐντολαῖς Κυρίου. Αἵνεσις σοφίας.
—