Ἐλέησον ἡμᾶς, δέσποτα ὁ θεὸς πάντων,
—
καὶ ἐπίβλεψον, (2)καὶ ἐπίβαλε τὸν φόβον σου ἐπὶ πάντα τὰ ἔθνη·
—
ἔπαρον τὴν χεῖρά σου ἐπὶ ἔθνη ἀλλότρια, καὶ ἰδέτωσαν τὴν δυναστείαν σου.
—
ὥσπερ ἐνώπιον αὐτῶν ἡγιάσθης ἐν ἡμίν, οὕτως ἐνώπιον ἡμῶν μεγαλυνθείης ἐν αὐτοῖς·
—
καὶ ἐπιγνώτωσάν σε καθάπερ καὶ ἡμεῖς ἐπέγνωμεν, ὅτι οὐκ ἔστιν θεὸς πλὴν σοῦ, Κύριε.
—
ἐγκαίνισον σημεῖα καὶ ἀλλοίωσον θαυμάσια,
—
δόξασον χεῖρα καὶ βραχίονα δεξιόν·
—
ἔγειρον θυμὸν καὶ ἔκχεον ἀργήν,
—
ἔξαρον ἀντίδικον καὶ ἔκτριψον ἐχθρόν.
—
σπεῦσον καιρὸν καὶ μνήσθητι ὁρκισμοῦ, καὶ ἐκδιηγησάσθωσαν τὰ μεγαλεῖά σου.
—
ἐν ἀργῇ πυρὸς καταβρωθήτω ὁ σωζόμενος, καὶ οἱ ἀδικοῦντες τὸν λαόν σου εῦροισαν ἀπώλειαν.
—
σύντριψον κεφαλὰς ἀρχόντων ἐχθρῶν, λεγόντων Οὐκ ἔστιν πλὴν ἡμῶν.
—
ἐλέησον λαόν, Κύριε, κεκλημένον ἐπʼ ὀνόματί σου, καὶ Ἰσραὴλ ὃν πρωτογόνῳ ὡμοίωσας.
—
οἰκτείρησον πόλιν ἁγιάσματός σου, Ἰερουσαλήμ, πόλιν καταπαύματός σου·
—
πλῆσον Σιὼν ἀρεταλογίας σου, καὶ ἀπὸ τῆς δόξης σου τὸν λαόν σου.
—
δὸς μαρτύριον τοῖς ἐν ἀρχῇ κτίσμασίν σου, καὶ ἔγειρον προφητείας τὰς ἐπʼ ὀνόματί σου·
—
δὸς μισθὸν τοῖς ὑπομένουσίν σε, καὶ οἱ προφῆταί σου ἐμπιστευθήταωσαν.
—
κἰσάκουσον, Κύριε, δεήσεως τῶν ἱκετῶν σου (19)κατὰ τὴν εὐλογίαν Ἀαρὼν περὶ τοῦ λαοῦ σου, καὶ γνώσονται πάντες οἱ ἐπὶ τῆς γῆς ὅτι Κύριος εἶ, ὁ θεὸς τῶν αἰώνων.
—
Τᾶν βρῶμα φάγεται κοιλία, ἔστιν δὲ βρῶμα βρώματος κάλλιον.
—
φάρυγξ γεύεται βρώματα θήρας. οὕτως καρδία συνετὴ λόγους ψευδεῖς.
—
καρδία στρεβλὴ δώσει λύπην, καὶ ἄνθρωπος πολύπειρος ἀνταποδώσει αὐτῷ.
—
πάντα ἄρρενα ἐπιδέξεται γυνή, ἔστιν δὲ θυγάτηρ θυγατρὸς κρεῖσσον.
—
κάλλος γυναικὸς ἱλαρύνει πρόσωπον, καὶ ὑπέρ πᾶσαν ἐπιθυμίαν ἀνθρώπου ὑπεράγει·
—
τἰ ἔστιν ἐπὶ γλώσσης αὐτῆς ἔλεος καὶ πρᾳύτης. οὐκ ἔστιν ὁ ἀνὴρ αὐτῆς καθʼ υἱοὺς ἀνθρώπων.
—
ὁ κτώμενος γυναῖκα ἐνάρχεται κτήσεως, βοηθὸν κατʼ αὐτὸν καὶ στύλον ἀναπαύσεως.
—
οὖ οὐκ ἔστιν φραγμός, διαρπαγήσεται κτῆμα· καὶ νὗ οὐκ ἔστιν γυνή, στενάξει πλανώμενος.
—
τίς γὰρ πιστεύσει εὐζώνῳ λῃστῇ σφαλλομένῳ ἐκ πόλεως εἰς πόλιν; οὕτως ἀνθρώπῳ μὴ ἔχοντι νοσσιὰν καὶ καταλύοντι οὄ ἐὰν ὀψίσῃ.
—