Τέκνον, εἰ προσέρχῃ δουλεύειν Κυρίῳ θεῷ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν·
—
εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρησον, καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς·
—
κολλήθητι αὐτῷ καὶ μὴ ἀποστῇς, ἵνα αὐξηθῇς ἐπʼ ἐσχάτων σου.
—
πᾶν ὃ ἐὰν ἐπαχθῇ σοι δέξαι, καὶ ἐν ἀλλάγμασιν ταπεινώσεως σου μακροθύμησον·
—
ὅτι ἐν πυρὶ δοκιμάζεται χρυσός, καὶ ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεαως.
—
πίστευσον αὐτῷ καὶ ἀντιλήμψεταί σου· εὔθυνον τὰς ὁδούς σου καὶ ἔλπισον ἐπʼ αὐτόν.
—
οἱ φοβούμενοι τὸν κύριον, ἀναμείνατε τὸ ἔλεος αὐτοῦ, καὶ μὴ ἐκκλινητε, ἵνα μὴ πέσητε.
—
οἱ φοβούμενοι Κύριον, πιστεύσατε αὐτῷ, καὶ οὐ μὴ πταίσῃ ὁ μισθὸς ὑμῶν.
—
οἱ φοβούμενοι Κύριον, ἐλπίσατε εἰς ἀγαθὰ καὶ εἰς εὐφροσύυην αἰῶνος καὶ ἐλέους.
—
ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς καὶ ἴδετε· τίς ἐνεπίστευσεν Κυρίῳ καὶ κατῃσχύνθη; (12)ἢ τίς ἐνέμεινεν τῷ φόβῳ αὐτοῦ καὶ ἐγκατελείφθης ἢ τίς ἐπεκαλέσατο αὐτόν, καὶ ὑπερεῖδεν αὐτόν;
—
διότι οἰκτείρμων καὶ ἐλεήμων ὁ κύριρς, καὶ ἀφίησιν ἁμαρτίας καὶ σώζει ἐν καιρῷ θλίψεως.
—
οὐαὶ καρδίαις δειλαῖς καὶ χερσὶν παρειμέναις, καὶ ἁμαρτωλῷ ἐπιβαίνοντι ἐπὶ δύο τρίβους.
—
οὐαὶ καρδίᾳ παρειμένῃ, ὅτι οὐ πιστεύει· διὰ τοῦτο οὐ σκεπασθήσεται.
—
οὐαὶ ὑμῖν τοῖς ἀπολωλεκόσιν τὴν ὑπομονήν· καὶ τί ποιήσετε ὅταν ἐπισκέπτηται ὁ κύριος ;
—
οἱ φοβούμενοι Κύριον οὐκ ἀπειθήσουσνι ῥημάτων αὐτοῦ, καὶ οἱ ἀγαπῶντες αὐτὸν συντηρήσουσιν τὰς ὁδοὺς αὐτοῦ.
—
οἱ φοβούμενοι Κύριον ζητήσουσιν εὐδοκίαν αὐτοῦ, καὶ οἱ ἀγαπῶντες αὐτὸν ἐμπλησθήσονται τοῦ νόμου.
—
οἱ φοβούμενοι Κύριον ἑτοιμάσουσιν καρδίας αὐτῶν, καὶ ἐνώπιον αὐτοῦ ταπεινώσουσιν τὰς ψυχὰς αὐτῶν.
—
ἐμπεσούμεθα εἰς χεῖρας Κυρίου καὶ οὐκ εἰς χεῖρας ἀνθρώπων· (23)ὡς γὰρ ἡ μεγαλωσύνη αὐτοῦ, οὕτως καὶ τὸ ἔλεος αὐτοῦ.
—