Ἐμοῦ τοῦ πατρὸς ἀκούσατε, τέκνα, καὶ οὕτως ποιήσατε, ἴνα σαωθῆτε.
—
ὁ γὰρ Κύριος ἐδόξασεν πατέρα ἐπὶ τέκνοις, καὶ κρίσιν μητρὸς ἐστερέωσεν ἐφʼ υἱοῖς.
—
ὁ τιμῶν πατέρα ἐξιλάσεται ἁμαρτίας·
—
καὶ ὡς ὁ ἀποθησαυρίζων ὁ δοξάζων μητέρα αὐτοῦ.
—
ὁ τιμῶν πατέρα εὐφρανθήσεται ὑπὸ τέκνων, καὶ ὡς ὁ ἀποθησαυρίζων ὁ δοξάζων μητέρα αὐτοῦ· καὶ ἐν ἡμέρᾳ προσευχῆς αὐτοῦ εἰσακουσθήσεται.
—
ὁ δοξάζων πατέρα μακροημερεύσει, καὶ ὁ εἰσακούων Κυρίου ἀναπαύσει μητέρα αὐτοῦ,
—
καὶ ὡς δεσπόταις δουλεύσει ἐν τοῖς γεννήσασιν αὐτόν.
—
ἐν ἔργῳ καὶ λόγῳ τίμα τὸν πατέρα σου, (10)ἵνα ἐπέλθῃ σοι εὐλογία παρʼ αὐτοῦ·
—
εὐλογία γὰρ πατρὸς στηρίζει οἴκους τέκνων, κατάρα δέ μητρὸς ἐκριζοῖ θεμέλια.
—
μὴ δοξάζου ἐν ἀτιμίᾳ πατρός σου, οὐ γάρ ἐστίν σοι δόξα πρὸς ἀτιμίαν·
—
ἡ γὰρ δόξα ἀνθρώπου ἐκ τιμῆς πατρὸς αὐτοῦ, καὶ ὄνειδος τέκνοις μήτηρ ἐν ἀδοξίᾳ.
—
τέκνον, ἀντιλαβοῦ ἐν γήρᾳ πατρός σου, καὶ μὴ λυπήσῃς αὐτὸν ἐν τῇ ζωῇ αὐτοῦ·
—
κἂν ἀπολείπῃ σύνεσιν, συγγνώμην ἔχε, καὶ μὴ ἀτιμάσῃς αὐτὸν ἐν πάσῃ ἰσχύι σου.
—
ἐλεημοσύνη γὰρ πατρὸς οὐκ ἐπιλησθήσεται, (16) καὶ ἀντὶ ἁμαρτιῶν (17)προσανοικοδομηθήσεταί σοι·
—
ἐν ἡμέρᾳ θλίψεως σου ἀναμνησθήσεταί σου· ὡς εὐδία ἐπὶ παγετῷ, οὕτως ἀναλυθήσονταί σου αἱ ἁμαρτίαι.
—
ὡς βλάσφημος ὁ ἐγκαταλιπὼν πατέρα, καὶ κεκατηραμένος ὑπὸ Κυρίου ὁ παροργίζων μητέρα αὐτοῦ.
—
Τέκνον, ἐν πρᾳύτητι τὰ ἔργα σου διέξαγε, καὶ ὑπὸ ἀνθρώπου δεκτοῦ ἀγαπηθήσῃ.
—
ὅσῳ μέγας εἰ, τοσούτῳ ταπεινοῦ σεαυτόν, καὶ ἔναντι Κυρίου εὑρήσεις χάριν·
—
ὅτι μεγάλη ἡ δυναστεία τοῦ κυρίου καὶ ὑπὸ τῶν ταπεινῶν δοξάζεται.
—
χαλεπώτερά σου μὴ ζήτει. καὶ ἰσχυρότερά σου μὴ ἐξέταζε.
—
ἃ προσετάγη σοι, ταῦτα διανοοῦ· (23)οὐ γάρ ἐστίν σοι χρεία τῶν κρυπτῶν.
—
ἐν τοῖς περισσοῖς τῶν ἔργων σου μὴ περιεργάζου· (25) πλείονα γὰρ συνέσεως ἀνθρώπων ὑπεδείχθη σοι.
—
καὶ ὁ ἀγαπῶν κίνδυνον ἐν αὐτῷ ἐμπεσεῖται· καρδία σκληρὰ κακωθήσεται ἐπʼ ἐσχάτων, καρδία σκληρὰ βαρυνθήσεται ἐπʼ ἐσχάτων.
—
καρδία σκληρὰ βαρυνθήσεται πόνοις, καὶ ὁ ἁμαρταυλὸς προσθήσει ἁμαρτίαν ἐφʼ ἁμαρτίαις.
—
ἐπαγωγῇ ὑπερηφάνου οὐκ ἔστιν ἴασις, φυτὸν γὰρ πονηρίας ἐρρίζωκεν ἐν αὐτῷ.
—
καρδία συνετοῦ διανοηθήσεται παραβολήν, καὶ οὖς ἀκροατοῦ ἐπιθυμία σοφοῦ.
—
πῦρ φλογιζόμενον ἀποσβέσει ὕδωρ, καὶ ἐλεημοσύνη ἐξιλάσεται ἁμαρτίας.
—
ὁ ἀνταποδιδοὺς χάριτας μέμνηται εἰς τὰ μετὰ ταῦτα, καὶ ἐν καιρῷ πτώσεαως εὑρήσει στήριγμα.
—
πολλοὺς γὰρ ἐπλάνησεν ἡ ὑπόλημψις αὐτῶν, καὶ ὑπόνοια πονηρὰ ὠλίσθησεν διανοίας αὐτῶν.
—