ΠΑΣΑ σοφία παρὰ Κυρίου, καὶ μετʼ αὐτοῦ ἐστιν εἰς τὸν αἰῶνα.
—
ἄμμον θαλασσῶν καὶ σταγόνας ὑετοῦ καὶ ἡμέρας αἰῶνος τίς ἐξαριθμήσει ;
—
ὕψος οὐρανοῦ καὶ πλάτος γῆς καὶ ἄβυσσον καὶ σοφίαυ τίς ἐξιχνιάσει ;
—
προτέρα πάντων ἔκτισται σοφία, καὶ σύνεσις φρονήσεως ἐξ αἰῶνυς.
—
ῥίζα σοφίας τίνι ἀπεκαλύφθη; καὶ τὰ πανουργεύματα αὐτῆς τίς ἔγνω;
—
Κύριος ⁹αὐτὸς ἔκτισεν αὐτήν, καὶ ἴδεν καὶ ἐξηρίθμησεν αὐτήν, (10)καὶ ἐξέχεεν αὐτὴν ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ,
—
μετὰ πάσης σαρκὸς κατὰ τὴν δόσιν αὐτοῦ, καὶ ἐχορήγησεν αὐτὴν τοῖς ἀγαπῶσιν αὐτόν.
—
φόβος Κυρίου δόξα καὶ καύχημα καὶ εὐφροσύνη καὶ στέφανος ἀγαλλιάματος.
—
φόβος Κυρίου τέρψει καρδίαν, καὶ δώσει εὐφροσύνην καὶ χαρὰν καὶ μακροημέρευσιν. τῷ φοβουμένῳ τὸν κύριον εὖ ἔσται ἐπʼ ἐσχάτων, καὶ ἐν ἡμέρᾳ τελευτῆς αὐτοῦ εὑρήσει χάριν.
—
ἀρχὴ σοφίας φοβεῖσθαι τὸν θεόν, καὶ μετὰ πιστῶν ἐν μήτρᾳ συνεκτίσθη αὐτοῖς·
—
καὶ μετὰ ἀνθρώπων θεμέλιον αἰῶνος ἐνόσσευσεν, καὶ μετὰ τοῦ σπέρματος αὐτῶν ἐμπιστευθήσεται.
—
πλησμονὴ σοφίας φοβεῖσθαι τὸν κύριον. καὶ μεθύσκει αὐτοὺς ἀπὸ τῶν καρπῶν αὐτῆς·
—
πάντα τὸν οἶκον αὐτῆς ἐμπλήσει ἐπιθυμημάτων, καὶ τὰ ἀποδοχεῖα ἀπὸ τῶν γενημάτων αὐτῆς.
—
στέφανος σοφίας φόβος Κυρίου, ἀναθάλλων εἰρήνην καὶ ὑγείαν ἰάσεως.
—
καὶ εἶδεν καὶ ἐξηρίθμησεν αὐτήν, (24)ἐπιστήμην καὶ γνῶσιν συνέσεως ἐξώμβρησεν, καὶ δόξαν κρατούντων αὐτῆς ἀνύψωσεν.
—
ῥίζα σοφίας φοβεῖσθαι τὸν κύριον. καὶ οἱ κλάδοι αὐτῆς μακροημέρευσις.
—
Οὐ δυνήσεται θυμὸς ἄδικος δικαιωθῆναι· ἡ γὰρ ῥοπὴ τοῦ θυμοῦ αὐτοῦ πτῶσις αὐτῷ.
—
ἕως καιροῦ ἀνθέξεται μακρόθυμος, καὶ ὕστερον αὐτῷ ἀναδώσει εὐφροσύνη·
—
ἕως καιροῦ κρύψει τοὺς λόγους αὐτοῦ, καὶ χείλη πιστῶν ἐκδιηγήσεται σύνεσιν αὐτοῦ.
—
ἐν θησαυροῖς σοφίας παραβολὴ· ἐπιστήμης, βδέλυγμα δὲ ἁμαρτωλῷ θεοσέβεια.
—
ἐπιθυμήσας σοφίαν διατήρησον ἐντολάς, καὶ Κύριος χορηγήσει σοι αὐτήν.
—
σοφία γὰρ καὶ παιδεία φόβος Κυρίρυ, καὶ ἡ εὐδοκία αὐτοῦ (35)πίστις καὶ πρᾳότης.
—
μὴ ἀπειθήσῃς φόβῳ Κυρίου, καὶ μὴ προσέλθῃς αὐτῷ ἐν καρδίᾳ δισσῇ.
—
μὴ ὑποκριθῇς ἐν στόμασιν ἀνθρώπαν, καὶ ἐν τοῖς χείλεσίν σου πρόσεχε.
—
μὴ ἐξύψου σεαυτόν, ἵνα μὴ πέσῃς καὶ ἐπαγάγῃς· τῇ ψυχῇ σου ἀτιμίαν, (39)καὶ ἀποκαλύψει Κύριος τὰ κρυπτά σου. καὶ ἐν μέσῳ συναγωγῆς καταβαλεῖ σε, (40)ὅτι οὐ προσῆλθες φόβῳ Κυρίου, καὶ ἡ καρδία σου πλήρης δόλου.
—
εἷς ἐστὶν σοφός, φοβερὸς σφόδρα, καθήμενος ἐπὶ τοῦ θρόνου αὐτοῦ.
—