Skip to content

Parallel

Sirach (Ecclesiasticus) 18

Swete's Septuagint · Berean Standard Bible

Ὁ ζῶν εἰς τὸν αἰῶνα ἔκτισεν τὰ πάντα κοινῇ·
Κύριος μόνος δικαιωθήσεται.
οὐθενὶ ἐξεποίησεν ἐξαγγεῖλαι τὰ ἔργα αὐτοῦκαὶ (³)τίς ἐξιχνιάσει τὰ μεγαλεῖα αὐτοῦ;
κράτος μεγαλωσύνης αὐτοῦ τίς ἐξαριθμήσεται; καὶ τίς προσθήσει ἐκδιηγήσασθαι τὰ ἐλέη αὐτοῦ
οὐκ ἔστιν ἐλαττῶσαι οὐδὲ προσθεῖναι, καὶ οὐκ ἔστιν ἐξιχνιάσαι τὰ θαυμάσια τοῦ κυρίου·
ὅταν συντελέσῃ ἄνθρωπος τότε ἄρχεται, καὶ ὅταν παύσηται τότε ἀπορηθήσεται.
τί ἄνθρωπος καὶ τί ἡ χρῆσις αὐτοῦ; τί τὸ ἀγαθὸν αὐτοῦ, καὶ τί τὸ κακὸν αὐτοῦ;
ἀριθμὸς ἡμερῶν ἀνθρώπου πολλὰ ἔτη ἑκατόν·
ὡς σταγὼν ὕδατος ἀπὸ θαλάσσης καὶ ψῆφος ἄμμου. οὕτως ὀλίγα ἔτη ἐν ἡμέρᾳ αἰῶνος.
διὰ τοῦτο ἐμακροθύμησεν Κύριος ἐπʼ αὐτοῖς. καὶ ἐξέχεεν ἐπʼ αὐτοὺς τὸ ἔλεος αὐτοῦ·
ἴδεν καὶ ἐπέγνω τὴν καταστροφὴν αὐτῶν ὅτι πονηρά, (¹¹)διὰ τοῦτο ἐπλήθυνεν τὸν ἐξιλασμὸν αὐτοῦ.
ἔλεος ἀνθρώπου ἐπὶ τὸν πλησίον αὐτοῦ, ἔλεος δέ Κυρίου ἐπὶ πᾶσαν σάρκα· (¹³) ἐλέγχων καὶ παιδεύων καὶ διδάσκων καὶ ἐπιστρέφων ὡς ποιμὴν τὸ ποίμνιον αὐτοῦ.
τοὺς ἐκδεχομένους παιδείαν ἐλεῷ, καὶ τοὺς κατασπεύδοντας ἐπὶ τὰ κρίματα αὐτοῦ.
Τέκνον, ἐν ἀγαθοῖς μὴ δῷς μῶμον. καὶ ἐν πάσῃ δόσει λύπην λόγων.
οὐχὶ καύσαωνα ἀναπαύσει δρόσος; οὕτως κρείσσων λόγος ἣ δόσις,
οὐκ ἰδοὺ λόγος ὑπέρ δόμα ἀγαθόν; καὶ ἀμφότερα παρὰ ἀνδρὶ κεχαριτωμένῳ.
μωρὸς ἀχαρίστως ὀνειδιεῖ, καὶ δόσις βασκάνου ἐκτήκει ὀφθαλμούς.
πρὶν ἢ λαλῆσαι μάνθανε, καὶ πρὸ ἀρρωστείας θεραπεύου·
πρὸ κρίσεως ἐξέταζε σεαυτόν, καὶ ἐν ὥρᾳ ἐπισκοπῆς εὑρήσεις ἐξιλασμόν·
πρὶν ἀρρωστῆσαί σε ταπεινώθητι, καὶ ἐν καιρῷ ἁμαρτημάτων δεῖξον ἐπιστροφήν.
μὴ ἐμποδισθῇς τοῦ ἀποδοῦναι εὐχὴν εὐκαίρως, καὶ μὴ μείνῃς ἕως θανάτου δικαιωθῆναι·
πρὶν εὔξασθαι ἑτοίμασον σεαυτόν, καὶ μὴ γίνου ὡς ἄνθρωπος πειράζων τὸν κύριον.
μνήσθητι θυμοῦ ἐν ἡμέραις τελευτῆς, καὶ καιρὸν ἐκδικήσεως ἐν ἀποστροφῇ προσώπου.
μνήσθητι καιρὸν λιμοῦ ἐν καιρῷ πλησμονῆς, πτωχείαν καὶ ἔνδειαν ἐν ἡμέραις πλούτου.
ἀπὸ πρωίθεν ἕως ἑσπέρας μεταβάλλει καιρός. καὶ πάντα ἐστὶν ταχινὰ ἔναντι Κυρίου.
ἄνθρωπος σοφὸς ἐν παντὶ εὐλαβηθήσεται, καὶ ἐν ἡμέραις ἁμαρτιῶν προσέξει ἀπὸ πλημμελίας.
πᾶς συνετὸς ἔγνω σοφίαν, καὶ τῷ εὑρόντι αὐτὴν δώσει ἐξομολόγησιν.
συνετοὶ ἐν λόγοις καὶ αὐτοὶ ἐσοφίσαντο, καὶ ἀνώμβρησαν παροιμίας ἀκριβεῖς. Ἐγκράτεια ψυχῆς.
Ὀπίσω τῶν ἐπιθυμιῶν σου μὴ πορεύου, καὶ ἀπὸ τῶν ὀρέξεων σου κωλύου·
ἐὰν χορηγήσεις τῇ ψυχῇ σου εὐδοκίαν ἐπιθυμίας, ποιήσει σε ἐπίχαρμα τῶν ἐχθρῶν σου.
μὴ εὐφραίνου ἐπὶ πολλῇ τρυφῇ. μὴ προσδεθῇς συμβολῇ αὐτῆς·
μὴ γίνου πτωχὸς συμβολοκοπῶν ἐκ δανισμοῦ, καὶ οὐδέν σοί ἐστιν ἐν μαρσιππίῳ.