Κύριος ἔκτισεν ἐκ γῆς ἄνθρωπον, ακαὶ πάλιν ἀπέστρεψεν αὐτὸν εἰς αὐτήν·
—
ἡμέρας ἀριθμοῦ καὶ καιρὸν ἔδωκεν αὐτοῖς, καὶ ἔδωκεν αὐτοῖς ἐξουσίαν τῶν ἐπʼ αὐτῆς.
—
καθʼ ἑαυτοὺς ἐνέδυσεν αὐτοὺς ἰσχύν, (1β) καὶ κατʼ εἰκόνα αὐτοῦ ἐποίησεν αὐτοὺς·
—
καὶ ἔθηκεν τὸν φόβον αὐτοῦ ἐπὶ πάσης σαρκός. καὶ κατακυριεύειν θηρίων καὶ πετεινῶν.
—
διαβούλιον καὶ γλῶσσαν καὶ ὀφθαλμούς, ὦτα καὶ καρδίαν ἔδωκεν διανοεῖσθαι αὐτοῖς·
—
ἐπιστήμην συνέσεως ἐνέπλησεν αὐτούς, καὶ ἀγαθὰ καὶ κακὰ ὑπέδειξεν αὐτοῖς·
—
θηκεν τὸν ὀφθαλμὸν αὐτοῦ ἐπὶ τὰς καρδίας αὐτῶν, δεῖξαι αὐτοῖς τὸ μεγαλεῖον τῶν ἔργων αὐτοῦ·
—
καὶ ὄνομα ἁγιασμοῦ αἰνέσουσιν,
—
προσέθηκεν αὐτοῖς ἐπιστήμην, καὶ νόμον ζωῆς ἐκληροδότησεν αὐτοῖς·
—
¹²διαθήκην αἰῶνος ἔστησεν μετʼ αὐτῶν, καὶ τὰ κρίματα αὐτοῦ ὑπέδειξεν αὐτοῖς·
—
μεγαλεῖν δόξης εἶδον οἱ ὀφθαλμοὶ αὐτῶν, καὶ δόξαν φωνῆς αὐτῶν ἤκουσεν τὸ οὗς αὐτῶν·
—
καὶ εἶπεν αὐτοῖς Προσέχετε ἀπὸ παντὸς ἀδίκου, (¹²)καὶ ἐνετείλατο αὐτοῖς ἑκάστῳ περὶ τοῦ πλησίον.
—
αἱ ὁδοὶ αὐτῶν ἐναντίον αὐτοῦ διὰ παντός, οὐ κρυβήσονται ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ.
—
ἑκάστῳ ἔθνει κατέστησεν ἡγούμενον, (15)καὶ μερὶς Κυρίου Ἰσραήλ ἐστιν.
—
ἅπαντα τὰ ἔργα αὐτῶν ὡς ὁ ἥλιος ἐναντίον αὐτοῦ, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐνδελεχεῖς ἐπὶ τὰς ὁδοὺς αὐτῶν·
—
οὐκ ἐκρύβησαν αἱ ἀδικίαι αὐτῶν ἀπʼ αὐτοῦ, καὶ πᾶσαι αἱ ἁμαρτίαι αὐτῶν ἔναντι Κυρίου.
—
ἐλεημοσύνη ἀνδρὸς ὡς σφραγὶς μετʼ αὐτοῦ, καὶ χάριν ἀνθρώπου ὡς κόρην συντηρήσει.
—
μετὰ ταῦτα ἐξαναστήσεται καὶ ἀνταποδώσει αὐτοῖς, καὶ τὸ ἀνταπόδομα αὐτῶν εἰς κεφαλὴν αὐτῶν ἀποδώσει·
—
πλὴν μετανοοῦσιν ἔδωκεν ἐπάνοδον, καί παρεκάλεσεν ἐκλείποντας ὑπομονήν.
—
Ἐπίστρεφε ἐπὶ Κύριον καὶ ἀπόλειπε ἁμαρτίας, (22) δκήθητι κατὰ πρόσαωπον καὶ σμίκρυνον πρόσκομμα·
—
ἐπάναγε ἐπὶ Ὕψιστον καὶ ἀπόστρεφε ἀπὸ ἀδικίας, καὶ σφόδρα μίσησον βδέλυγμα.
—
Ὑψίστῳ τίς αἰνέσει ἐν ἅδου (25) ἀντὶ ζώντων καὶ διδόντων ἀνθομολόγησι
—
ἀπὸ νεκροῦ ὡς μηδὲ ὄντος ἀπόλλυται ἐξομολόγησις· (27)ζῶν καὶ ὑγιὴς αἰνέσει τὸν κύριον.
—
ὡς μεγάλη ἡ ἐλεημοσύνη τοῦ κυρίου, καὶ ἐξιλασμὸς τοῖς ἐπιστρέφουσιν ἐπʼ αὐτόν.
—
οὐ γὰρ δύναται πάντα εἶναι ἐν ἀνθρώποις, ὅτι οὐκ ἀθάνατος υἱὸς ἀνθρώπου.
—
τί φωτεινότερον ἡλίου; καὶ τοῦτο ἐκλείπει, καὶ πονηρὸς ἐνθυμήσεται σάρκα καὶ αἵμα.
—
δύναμιν ὕψους οὐρανοῦ αὐτὸς ἐπισκέπτεται, καὶ οἱ ἄνθρωποι πάντες γῆ καὶ σποδός.
—
ἵνα διηγῶνται τὰ μεγαλεῖα τῶν ἔργων αὐτοῦ.
—