Skip to content

Parallel

Sirach (Ecclesiasticus) 16

Swete's Septuagint · Berean Standard Bible

Μὴ ἐπιθύμει τέκνων πλῆθος ἀχρήστων, (1)μηδὲ εὐφραίνου ἐπὶ υἱοῖς ἀσεβέσιν·
ἐὰν πληθύνωσιν, μὴ εὐφραίνου ἐπʼ αὐτοῖς· εἰ μή ἐστιν φόβος Κυρίου μετʼ αὐτῶν,
μὴ ἐνπιστεύσῃς τῇ ζωῇ αὐτῶν, καὶ μὴ ἔπεχε ἐπὶ τὸν τόπον αὐτῶν· (3)κρείσσων γὰρ εἰς ἡ χίλιοι, (4)καὶ ἀποθανεῖν ἄτεκνον ἡ ἔχειν τέκνα ἀσεβθῆ·
ἀπὸ γὰρ ἑνὸς συνετοῦ συνοικισθήσεται πόλις, φυλὴ δὲ ἀνόμων ἐρημωθήσεται.
πολλὰ τοιαῦτα ἑόρακα ἐν ὀφθαλμοῖς μου, καὶ ἵσχυρότερα τούτων ἀκήκοεν τὸ οὗς μου.
ἐν συναγωγῇ ἁμαρτωλῶν ἐκκαυθήσεται πῦρ, καὶ ἐν ἔθνει ἀπειθεῖ ἐξεκαύθη ὀργή.
οὐκ ἐξιλάσατο περὶ τῶν ἀρχαίων γιγάντων, οἱ ἀπέστησαν τῇ ἰσχύι αὐτῶν·
οὐκ ἐφείσατο περὶ τῆς παροικίας Λώτ, σὓς ἐβδελύξατο διὰ τὴν ὑπερηφανίαν αὐτῶν·
οὐκ ἠλέησεν ἔθνος ἀπωλείας, τοὺς ἐξηρμένους ἐν ἁμαρτίαις αὐτῶν·
καὶ οὕτως ἑξακοσίας χιλιάδας πεζῶν τοὺς ἐπισυναχθέντας ἐν σκληροκαρδίᾳ αὐτῶν.
κδν ἦ εἰς σκληροτράχηλος, θαυμαστὸν τοῦτο εἰ ἀθῳωθῇἔλεος (12)γὰρ καὶ ὀργὴ παρʼ αὐτοῦ, δυνάστης ἐξιλασμῶν καὶ ἐκχέων ἀργήν.
κατὰ τὸ πολὺ ἔλεος αὐτοῦ, οὕτως καὶ πολὺς ὁ ἔλεγχος αὐτοῦ ἄνδρα κατὰ τὰ ἔργα αὐτοῦ κρινεῖ
οὐκ ἐκφεύξεται ἐν ἁρπάγμασιν ἁμαρτωλός, καὶ οὐ μὴ καθυστερήσει ὑπομονὴν εὐσεβοῦς.
πάσῃ ἐλεημοσύνῃ ποιήσει τόπον, ἕκαστος κατὰ τὰ ἔργα αὐτοῦ εὑρήσει.
μὴ εἶπῃς ὅτι Ἀπὸ Κυρίου κρυβήσομαιμὴ ἐξ ὕψους τις μου μνησθήσεται; (17)ἐν λαῷ πλείονι οὐ μὴ μνησθῶ, τίς γὰρ ἡ μου ἐν ἀμετρήτῳ κτίσει;
δοῦ ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ τοῦ θεοῦ, ἄβυσσος καὶ γῆ σαλευθήσονται ἐν τῇ ἐπισκοπῇ αὐτοῦ·
ἄμα τὰ ὄρη καὶ τὰ θεμέλια τῆς γῆς ἐν τῷ ἐπιβλέψαι εἰς αὐτὰ τρόμῳ συνσείονται,
καὶ 2ἐπʼ αὐτοῖς οὐ διανοηθήσεται καρδία· (²¹)καὶ τὰς ὁδοὺς αὐτοῦ τίς ἐνθυμηθήσεται
καὶ καταιγίς, ἣν οὐκ ὄψεται ἄνθρωπος, (22)τὰ δὲ πλείονα τῶν ἔργων αὐτοῦ ἐν ἀποκρύφοις.
ἔργα δικαιοσύνης τίς ἀναγγελεῖ; ἢ τίς ὑπομενεῖς μακρὰν γὰρ ἡ διαθήκη.
ἐλαττούμενος καρδίᾳ διανοεῖται ταῦτα, καὶ ἀνὴρ ἄφρων καὶ πλανώμενος διανοεῖται μαωρά.
ʼΑκουσόν μου, τέκνον, καὶ μάθε ἐπιστήμην, καὶ ἐπὶ τῶν λόγων μου πρόσεχε τῇ καρδίᾳ σου·
ἐκφαίνω ἐν σταθμῷ παιδείαν, καὶ ἐν ἀκριβείᾳ ἀπαγγέλλω ἐπιστήμην.
ἐν κρίσει Κυρίου τὰ ἔργα αὐτοῦ ἀπʼ ἀρχῆς, καὶ ἀπὸ ποιήσεως αὐτῶν διέστελλεν μερίδας αὐτῶν·
ἐκόσμησεν εἰς αἰῶνα τὰ ἔργα αὐτοῦ, καὶ τὰς ἀρχὰς αὐτῶν εἰς γενεὰς αὐτῶν· τοὕτη ἐπείυασαν οὔτη ἐκοπίασαν, καὶ οὐκ ἐξέλιπον ἀπὸ τῶν ἔργων αὐτῶν·
ἕκαστος τὸν πλησίον αὐτοῦ οὐκ ἔθλιψεν, καὶ ἕως αἰῶνος (29)οὐκ ἀπειθήσουσιν τοῦ ῥήματος αὐτοῦ.
καὶ μετὰ ταῦτα Κύριος εἰς τὴν γῆν ἐπέβλεψεν καὶ ἐνέπλησεν αὐτὴν τῶν ἀγαθῶν αὐτοῦψυχὴν
παντὸς ζῴου ἐκάλυψεν τὸ πρόσωπον αὐτῆς, καὶ εἰς αὐτὴν ἡ ἀποστροφὴ αὐτῶν.