ὁ φοβούμενος Κύριον ποιήσει αὐτό, καὶ ὁ ἐγκρατὴς τοῦ νόμου καταλήμψεται αὐτήν·
—
καὶ ὑπαντήσεται αὐτῷ ὡς μήτηρ, καὶ ὡς γυνὴ παρθενείας προσδέξεται αὐτόν·
—
ψωμιεῖ αὐτὸν ἄρτον συνέσεως, καὶ ὕδωρ σοφίας ποτίσει αὐτόν·
—
στηριχθήσεται ἐπʼ αὐτὴν καὶ οὐ μὴ κλιθῇ, (4)καὶ ἐπʼ αὐτῆς ἐφέξει καὶ οὐ μὴ καταισχυνθῇ·
—
καὶ ὑψώσει αὐτὸν παρὰ τοὺς πλησίον αὐτοῦ, (5)καὶ ἐν μέσῳ ἐκκλησίας ἀνοίξει στόμα αὐτοῦ·
—
εὐφροσύνην καὶ στέφανον ἀγαλλιάματος καὶ ὄνομα αἰώνιον κατακληρονομήσει.
—
οὐ μὴ καταλήμψονται αὐτὴν ἄνθρωποι ἀσύνετοι, καὶ ἄνδρες ἁμαρτωλοὶ οὐ μὴ ἴδωσιν αὐτήν·
—
μακράν ἐστιν ὑπερηφανίας, (8)καὶ ἄνδρες ψεῦσται οὐ μὴ μνησθήσονται αὐτῆς.
—
Οὐχ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ, (10)ὅτι οὐ παρὰ Κυρίου ἀπεστάλη·
—
ἐν γὰρ σοφίᾳ ῥηθήσεται αἶνος, καὶ ὁ κύριος εὐοδώσει αὐτόν.
—
μὴ εἴπῃς ὅτι Διὰ Κύριον ἀπέστην· ἃ γὰρ ἐμίσησεν, οὐ ποιήσεις.
—
μὴ εἴπῃς ὅτι Αὐτός με ἐπλάνησεν· οὐ γὰρ χρείαν ἔχει ἀνδρὸς ἁμαρτωλοῦ.
—
πᾶν βδέλυγμα ἐμίσησεν Κύριος. καὶ οὐκ ἔστιν ἀγαπητὸν τοῖς φοβουμένοις αὐτόν.
—
αὐτὸς ἐξ ἀρχῆς ἐποίησεν ἄνθρωπον, καὶ ἀφῆκεν αὐτὸν ἐν χειρὶ διαβουλίου αὐτοῦ.
—
ἐὰν θέλῃς, συντηρήσεις ἐντολάς, καὶ πίστιν ποίησαι εὐδοκίας.
—
παρέθηκέν σοι πῦρ καὶ ὕδαωρ, οὗ ἐὰν θέλῃς ἐκτενεῖς τὴν χεῖρά σου·
—
ἔναντι ἀνθρώπων ἡ ζωὴ καὶ ὁ θάνατος, καὶ ὁ ἐὰν εὐδοκήσῃ δοθήσεται αὐτῷ.
—
ὅτι πολλὴ σοφία τοῦ κυρίου· ἰσχυρὸς ἐν δυναστείᾳ καὶ βλέπων τὰ πάντα·
—
καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν, καὶ αὐτὸς ἐπιγνώσεται πᾶν ἔργον ἀνθρώπου·
—
καὶ οὐκ ἐνετείλατο οὐδενὶ ἀσεβεῖν, καὶ οὐκ ἔδωκεν ἄνεσιν οὐδενὶ ἁμαρτάνειν.
—