Μακάριος ἀνὴρ ὃς οὐκ ὠλίσθησεν ἐν στόματι αὐτοῦ, καὶ οὐ κατενύγη ἐν λύπῃ ἁμαρτίας·
—
μακάριος οὗ οὐ κατέγνω ἡ ψυχὴ αὐτοῦ, καὶ ὃς οὐκ ἔπεσεν ἀπὸ τῆς ἐλπίδος αὐτοῦ.
—
ἀνδρὶ μικρολόγῳ οὐ καλὸς ὁ πλοῦτος, καὶ ἀνθρώπῳ βασκάνῳ ἵνα τί χρήματα ;
—
ὁ συνάγων ἀπὸ τῆς ψυχῆς αὐτοῦ συνάγει ἄλλοις, καὶ ἐν τοῖς ἀγαθοῖς αὐτοῦ τρυφήσουσιν ἕτεροι.
—
ὁ πονηρὸς ἑαυτῷ τίνι ἀγαθὸς ἔσται; καὶ οὐ μὴ εὐφρανθήσεται ἐν τοῖς χρήμασιν αὐτοῦ.
—
τοῦ βασκαίνοντος ἑαυτὸν οὐκ ἔστιν πονηρότερος, καὶ τοῦτο ἀνταπόδομα τῆς κακίας αὐτοῦκἂν
—
εὖ ποιῇ, ἐν λήθῃ ποιεῖ, καὶ ἐπʼ ἐσχάτων ἐκφαίνει τὴν κακίαν αὐτοῦ.
—
πονηρὸς ὁ βασκαίνων ὀφθαλμῷ, ἀποστρέφων πρόσαωπον καὶ ὑπερορῶν ψυχάς.
—
πλεονέκτου ὀφθαλμὸς οὐκ ἐμπίπλαται μερίδι, καὶ ἀδικία πονηρὰ ἀναξηρανεῖ ψυχήν.
—
ὀφθαλμὸς πονηρὸς φθονερὸς ἐπʼ ἄρτῳ, καὶ ἐνλιπὴς ἐπὶ τῆς τραπέζης αὐτοῦ.
—
Τέκνον, καθὼς ἐὰν ἔχῃς εὖ ποίει σεαυτόν, καὶ προσφορὰς Κυρίῳ ἀξίως πρόσαγε·
—
μνήσθητι ὅτι θάνατος οὐ χρονιεῖ, καὶ διαθήκη ἅδου οὐχ ὑπεδείχθη σοι·
—
πρίν σε τελευτῆσαι εὖ ποίει φίλῳ, καὶ κατὰ τὴν ἰσχύν σου ἔκτεινον καὶ δὸς αὐτῷ.
—
μὴ ἀφυστερήσῃς ἀπὸ ἀγαθῆς ἡμέρας. καὶ μερὶς ἐπιθυμίας ἀγαθῆς μή σε παρελθάτω.
—
οὐχὶ ἑτέρῳ καταλείψεις τοὺς πόνους σου, καὶ τοὺς κόπους σου εἰς διαίρεσιν κλήρου;
—
δὸς καὶ λάβε, καὶ ἀπάτησον τὴν ψυχὴν σου, (17)ὅτι οὐκ ἔστιν ἐν ᾅδου ζητῆσαι τρυφήν.
—
πᾶσα σὰρξ ὡς ἱμάτιον παλαιοῦται· (12)ἡ γὰρ διαθήκη ἀπʼ αἰῶνος Θανάτῳ ἀποθανῇ.
—
ὡς φύλλον θάλλον ἐπὶ δένδρου δασέος, (19)τὰ μὲν καταβάλλει, ἄλλα δὲ φύει· οὕτως γενεὰ σαρκὸς καὶ αἵματος, ἡ μὲν τελευτᾷ, ἑτέρα δέ γεννᾶται.
—
τᾶν ἔργον σηπόμενον ἐκλείπει, καὶ ὁ ἐργαζόμενος αὐτὸ μετʼ αὐτοῦ ἀπελεύσεται.
—
Μακάριος ἀνὴρ ὃς ἐν σοφίᾳ τελευτήσει, καὶ ὃς ἐν συνέσει αὐτοῦ διαλεχθήσεται·
—
ὁ διανοούμενος τὰς ὁδοὺς αὐτῆς ἐν καρδίᾳ αὐτοῦ. καὶ ἐν τοῖς ἀποκρύφοις αὐτῆς νοηθήσεται.
—
ἔξελθε ὀπίσω αὐτῆς ὡς ἰχνευτής, καὶ ἐν ταῖς εἰσόδοις αὐτῆς ἐνέδρευε.
—
ὁ παρακύπτων διὰ τῶν θυρίδων αὐτῆς, καὶ ἐπὶ τῶν θυρωμάτων αὐτῆς ἀκροάσεται·
—
ὁ καταλύων σύνεγγυς τοῦ οἴκου αὐτῆς, καὶ πήξει πάσσαλον ἐν τοῖς τοίχοις αὐτῆς·
—
στήσει τὴν σκηνὴν αὐτοῦ κατὰ χεῖρας αὐτῆς, καὶ καταλύσει ἐν καταλύματι ἀγαθῶν·
—
θήσει τὰ τέκνα αὐτοῦ ἐν τῇ σκέπῃ αὐτῆς, καὶ ὑπὸ τοὺς κλάδους αὐτῆς αὐλισθήσεται·
—
σκεπασθήσεται ὑπʼ αὐτῆς ἀπὸ καύματος, καὶ ἐν τῇ δόξῃ αὐτῆς καταλύσει.
—