Ὁ ἁπτόμενος πίσσης μολυνθήσεται, καὶ ὁ κοινωνῶν ὑπερηφάνῳ ὁμοιωθήσεται αὐτῷ.
—
βάρος ὑπέρ σέ μὴ ἄρης. καὶ ἰσχυροτέρῳ σου καὶ πλουσιαωτέρῳ μὴ κοινώνει. (³)τί κοινωνήσει χύτρα πρὸς λέβητα; αὕτη προσκρούσει, καὶ αὕτη συντριβήσεται.
—
πλούσιος ἠδίκησεν, καὶ αὐτὸς προσενεβριμήσατο· πτωχὸς ἠδίκηται, καὶ αὐτὸς προσδεηθήσεται.
—
ἐὰν χρησιμεύσῃς. ἐργᾶται ἐν σοί καὶ ἐὰν ὑστερήσῃς, καταλείψει σε·
—
ἐὸν ἔχῃς. συμβιώσεταί σοι καὶ ἀποκενώσει σε, καὶ αὐτὸς οὐ πονέσει·
—
χρείαν ἔσχηκέν σου, καὶ ἀποπλανήσει σε, καὶ προσγελάσεταί σοι καὶ δώσει σοι ἐλπίδαλαλήσει σοι καλὰ καὶ ἐρεῖ Τίς ἡ χρεία σου;
—
καὶ αἰσχυνεῖ σε ἐν τοῖς βρώμασιν αὐτοῦ, ἕως οὗ ἀποκενώσῃ σε δὶς ἢ τρίς, καὶ ἐπʼ ἐσχάτῳ καταμωκήσεταί σου· μετὰ ταῦτα ὄψεταί σε καὶ καταλείψει σε, καὶ τὴν κεφαλὴν αὐτοῦ κινήσει ἐπὶ σοί.
—
πρόσεχε μὴ ἀποπλανηθῇς, καὶ μὴ ταπεινωθῇς ἐν εὐφροσύνῃ σου.
—
προσκαλεσαμένου σε δυνάστου ὑποχωρῶν γίνου, καὶ τόσῳ μᾶλλον προσκαλέσεταί σε·
—
μὴ ἔμπιπτε, ἵνα μὴ ἀπωσθῇς, καὶ μὴ μακρὰν ἀφιστῶ, ἵνα μὴ ἐπιλησθῇς.
—
μὴ ἔπεχε ἰσηγορεῖσθαι μετʼ αὐτοῦ, καὶ μὴ πίστευε τοῖς πλείοσιν λόγοις αὐτοῦ· ἐκ πολλῆς γὰρ λαλιᾶς πειράσει σε, καὶ ὡς προσγελῶν ἐξετάσει σε·
—
ἀνελεήμων ὁ μὴ συντηρῶν λόγους, καὶ οὐ μὴ φείσηται περὶ κακώσεως καὶ δεσμῶν.
—
συντήρησον καὶ πρόσεχε σφοδρῶς, ὅτι μετὰ τῆς πτώσεως σου περιπατεῖς.
—
πᾶν ζῷον ἀγαπᾷ τὸ ὅμοιον αὐτῷ, καὶ πᾶς ἄνθρωπος τὸν πλησίον αὐτοῦ·
—
πᾶσα σὰρξ κατὰ γένος συνάγεται, καὶ τῷ ὁμοίῳ αὐτοῦ προσκολληθήσεται ἀνήρ.
—
τί κοινωνήσει λύκος ἀμνῷ ; οὕτως ἁμαρτωλὸς πρὸς εὐσεβῆ.
—
τίς εἰρήνη ὑαίνῃ πρὸς κύνα; καὶ τίς εἰρήνη πλουσίῳ πρὸς πένητα;
—
κυνήγια λεόντων ὄναγροι ἐν ἐρήμῳ· οὕτως νομαὶ πλουσίων πτωχοί.
—
βδέλυγμα ὑπερηφάνῳ ταπεινότης, οὕτως βδέλυγμα πλουσίῳ πτωχός.
—
πλούσιος σαλευόμενος στηρίζεται ὑπὸ φίλων, ταπεινὸς δὲ πεσὼν προσαπωθεῖται ὑπὸ φίλαων.
—
πλουσίου σφαλέντος πολλοὶ ἀντιλήμπτορες, ἐλάλησεν ἀπόρρητα καὶ ἐδικαίωσαν αὐτόν· (27)ταπεινὸς ἔσφαλεν καὶ προσεπετίμησαν αὐτῷ, ἐφθέγξατο σύνεσιν καὶ οὐκ ἐδόθη αὐτῷ τόπος.
—
ετλούσιος ἐλάλησεν καὶ πάντες ἐσίγησαν, καὶ τὸν λόγον αὐτοῦ ἀνύψωσαν ἕως τῶυ νεφελῶν· (29) πτωχὸς ἐλάλησεν καὶ εἶπαν Τίς οὗτος; κἂν προσκόψῃ, προσανατρέψουσιν αὐτόν.
—
ἀγαθὸς ὁ πλοῦτος ᾧ μή ἐστιν ἁμαρτία, καὶ πονηρὰ ἡ πτωχεία ἐν στόμασιν εὐσεβοῦς.
—
καρδία ἀνθρώπου ἀλλοιοῖ τὸ πρόσωπον αὐτοῦ, ἐὰν εἰς ἀγαθὰ ἐάν τε εἰς κακά.
—
ἴχνος καρδίας ἐν ἀγαθοῖς πρόσωπον ἱλαρόν, καὶ εὕρεσις παραβολῶν διαλογισμοὶ μετὰ κόπου.
—