Skip to content

Parallel

Sirach (Ecclesiasticus) 12

Swete's Septuagint · Berean Standard Bible

ἐὸν εὖ ποιῆς, γνῶθι τίνι ποιεῖς, καὶ ἔσται χάρις τοῖς ἀγαθοῖς σου.
εὖ ποίησον εὐσεβεῖ, καὶ εὑρήσεις ἀνταπόδομα, καὶ εἰ μὴ παρὰ αὐτοῦ, ἀλλὰ παρὰ Ὑψίστου.
οὐκ ἔστιν ἀγαθὰ τῷ ἐνδελεχίζοντι εἰς κακὰ καὶ τῷ ἐλεημοσύνην μὴ χαριζομένῳ.
δὸς τῷ εὐσεβεῖ, καὶ μὴ ἀντιλάβῃ τοῦ ἁμαρτωλοῦ.
εὖ ποίησον τῷ ταπεινῷ καὶ μὴ δῷς ἀσεβεῖ ἐμπόδισον τοὺς ἄρτους αὐτοῦ καὶ μὴ δῷς αὐτῷ, ἵνα μὴ ἐν αὐτοῖς σε δυναστεύσῃ· (7)διπλάσια γὰρ κακὰ εὑρήσεις ἐν πᾶσιν ἀγαθοῖς οἷς ἂν ποιήσῃς αὐτῷ.
ὅτι καὶ ὁ ὕψιστος ἐμίσησεν ἁμαρτωλούς, καὶ τοῖς ἀσεβέσιν ἀποδώσει ἐκδίκησιν.
δὸς τῷ ἀγαθῷ, καὶ μὴ ἀντιλάβῃ τοῦ ἁμαρτωλοῦ.
Οὐκ ἐκδικηθήσεται ἐν ἀγαθοῖς ὁ φίλος, καὶ οὐ κρυβήσεται ἐν κακοῖς ὁ ἐχθρός.
ἐν ἀγαθοῖς ἀνδρὸς οἱ ἐχθροὶ αὐτοῦ ἐν λύπῃ, καὶ ἐν τοῖς κακοῖς αὐτοῦ καὶ ὁ φίλος διαχωρισθήσεται.
μὴ πιστεύσῃς τῷ ἐχθρῷ σου εἰς τὸν αἰῶνα· ὡς γὰρ ὁ χαλκὸς ἰοῦται, οὕτως ἡ πονηρία αὐτοῦ·
καὶ ἐὰν ταπεινωθῇ καὶ πορεύηται συνκεκυφώς, ἐπίστησον τὴν ψυχήν σου καὶ φύλαξαι ἀπʼ αὐτοῦ, καὶ ἔσῃ αὐτῷ ὡς ἐκμεμαχὼς ἔσοπτρον, καὶ γνώσῃ ὅτι οὐκ εἰς τέλος κατίωσεν.
μὴ στήσῃς αὐτὸν παρὰ σεαυτόν, μὴ ἀνατρέψας σε στῇ ἐπὶ τὸν τόπον σου· μὴ καθίσῃς αὐτὸν ἐκ δεξιῶν σου, μή ποτε ζητήσῃ τὴν καθέδραν σου, καὶ ἐπʼ ἐσχάτῳ ἐπιγνώσῃ τοὺς λόγους μου, καὶ ἐπὶ τῶν ῥημάτων μου κατανυγήσῃ.
τίς ἐλεήσει ἐπαοιδὸν ὀφιόδηκτον καὶ πάντας τοὺς προσάγοντας θηρίοις ;
οὕτως τὸν προσπορευόμενον ἀνδρὶ ἁμαρτωλῷ καὶ συνφυρόμενον ἐν ταῖς ἁμαρτίαις αὐτοῦ.
ὤραν μετὰ σοῦ διαμενεῖ, καὶ ἐὰν ἐκκλίνῃς, οὐ μὴ καρτερήσῃ.
καὶ ἐν τοῖς χείλεσιν αὐτοῦ γλυκανεῖ ὁ ἐχθρός, καὶ ἐν τῇ καρδίᾳ αὐτοῦ βουλεύσεται ἀνατρέψαι σε εἰς βόθρον· (16)ἐν ὀφθαλμοῖς αὐτοῦ δακρύσει ὁ ἐχθρός, καὶ ἐὰν εὕρῃ καιρόν, οὐκ ἐμπλησθήσεται ἀφʼ αἵματος·
κακὰ ἂν ὑπαντήσῃ σοι, εὑρήκεις αὐτὸν πρότερον ἐκεῖ σου, (18)κοὶ ὡς βοηθῶν ὑποσχάσει πτέρναν σου·
κινήσει τὴν κεφαλὴν αὐτοῦ καὶ ἐπικροτήσει ταῖς χερσὶν αὐτοῦ, καὶ πολλὰ διαψιθυρίσει καὶ ἀλλοιώσει τὸ πρόσωπον αὐτοῦ.