σοφία ταπεινοῦ ἀνύψωσεν κεφαλήν, καὶ ἐν μέσῳ μεγιστάνων καθίσει αὐτόν.
—
μὴ αἰνέσῃς ἄνδρα ἐν κάλλει αὐτοῦ, καὶ μὴ βδέλυξῃ ἄνθρωπον ἐν ὁράσει αὐτοῦ.
—
μικρὰ ἐν πετεινοῖς μέλισσα, καὶ ἀρχὴ γλυκασμάτων ὁ καρπὸς αὐτῆς.
—
ἐν περιβολῇ ἱματίων μὴ καυχήσῃ, καὶ ἐν ἡμέρᾳ δόξης μὴ ἐπαίρου· ὅτι θαυμαστὰ τὰ ἔργα Κυρίου, καὶ κρυπτὰ τὰ ἔργα αὐτοῦ ἐν ἀνθρώποις.
—
πολλοὶ τύραννοι ἐκάθισαν ἐπὶ ἐδάφους, ὁ δὲ ἀνυπονόητος ἐφόρεσεν διάδημα·
—
πολλοὶ δυνάσται ἠτιμάσθησαν σφόδρα, καὶ ἔνδοξοι παρεδόθησαν εἰς χεῖρας ἑταίρων.
—
πρὶν ἐξετάσῃς μὴ μέμψῃ, υόησον πρῶτον καὶ τότε ἐπιτίμα.
—
πρὶν ἢ ἀκοῦσαι μὴ ἀποκρίνου, καὶ ἐν μέσῳ λόγων μὴ παρεμβάλλου.
—
περὶ πράγματος οὗ οὐκ ἔστιν σοι χρεία μὴ ἔριζε. καὶ ἐν κρίσει ἁμαρτωλῶν μὴ συνέδρευε.
—
τέκνον, μὴ περὶ πολλὰ ἔστωσαν αἱ πράξεις σου· ἐὰν πληθύνῃς, οὐκ ἀθῳωθήσῃ· καὶ ἐὰν διώκῃς, οὐ μὴ καταλάβῃς, καὶ οὐ μὴ ἐκφύγῃς διαδράς.
—
ἔητιν κοπιῶν καὶ πονῶν καὶ σπεύδων, καὶ τόσῳ μᾶλλον ὑστερεῖται.
—
ἔστιν νωθρὸς καὶ προσδεόμενος ἀντιλήμψεως, ὑστερῶν ἰσχύι καὶ πτωχείᾳ περισσεύει· (13)καὶ οἱ ὀφθαλμοὶ Κυρίου ἐπέβλεψαν αὐτῷ εἰς ἀγαθά. καὶ ἀνώρθωσεν αὐτὸν ἐκ ταπεινώσεως αὐτοῦ.
—
καὶ ἀνύψωσεν κεφαλὴν αὐτοῦ, καὶ ἀπεθαύμασαν ἐπʼ αὐτῷ πολλοί
—
ἀγαθὰ καὶ κακά, ζωὴ καὶ θάνατος, πταχεία καὶ πλοῦτος παρὰ Κυρίου ἐστίν.
—
Δόσις Κυρίου παραμένει εὐσεβέσιν, καὶ ἡ εὐδοκία αὐτοῦ εἰς τὸν αἰῶνα εὐοδααοθήσεται.
—
ἔστιν πλουτῶν ἀπὸ προσοχῆς καὶ σφιγγίας αὐτοῦ, καὶ αὕτη ἡ μερὶς τοῦ μισθοῦ αὐτοῦ·
—
ἐν τῷ εἰπεῖν αὐτόν Εὗρον ἀνάπαυσιν, καὶ νῦν φάγομαι ἐκ τῶν ἀγαθῶν μου, (20)καὶ οὐκ οἶδεν τίς καιρὸς παρελεύσεται, καὶ καταλείψει αὐτὰ ἑτέροις καὶ ἀποθανεῖται.
—
στῆθι ἐν διαθήκῃ σου καὶ ὁμίλει ἐν αὐτῇ, καὶ ἐν τῷ ἔργῳ σου παλαιώθητι.
—
μὴ θαύμαζε ἐν ἔργοις ἁμαρτωλοῦ· πίστευε τῷ κυρίῳ καὶ ἔμμενε τῷ πόνῳ σου· (23)ὅτι κοῦφον ἐν ὀφθαλμοῖς Κυρίου διὰ τάχους ἐξάπινα πλου· τίσαι πένητα.
—
εὐλογία Κυρίου ἐν μισθῷ εὐσεβοῦς, καὶ ἐν ὥρᾳ ταχινῇ ἀναθάλλει εὐλογίαν αὐτοῦ.
—
μὴ εἴπῃς Τίς ἐστίν μου χρεία, καὶ τίνα ἀπὸ τοῦ νῦν ἔσται μου τὰ ἀγαθά;
—
μὴ εἴπῃς Αὐτάρκη μοί ἐστιν, καὶ τί ἀπὸ τοῦ νῦν κακωθήσομαι ;
—
ἐν ἡμέρᾳ ἀγαθῶν ἀμνησία κακῶν, καὶ ἐν ἡμέρᾳ κακῶν οὐ μνησθήσεται ἀγαθῶν·
—
ὅτι κοῦφον ἔναντι Κυρίου ἐν ἡμέρᾳ τελευτῆς ἀποδοῦναι ἀνθρώπῳ κατὰ τὰς ὁδοὺς αὐτοῦ.
—
κάκωσις ὥρας ἐπιλησμονὴν ποιεῖ τρυφῆς, καὶ ἐν συντελείᾳ ἀνθρώπου ἀποκάλυψις ἔργων αὐτοῦ.
—
πρὸ τελευτῆς μὴ μακάριζε μηδένα, καὶ ἐν τέκνοις αὐτοῦ γνωσθήσεται ἀνήρ.
—
Μὴ πάντα ἄνθρωπον εἴσαγε εἰς τὸν οἶκόν σου· πολλὰ γὰρ τὰ ἔνεδρα τοῦ δολίου.
—
πέρδιξ θηρευτὴς ἐν καρτάλλῳ· οὕτως καρδία ὑπερηφάνου, καὶ ὡς ὁ κατάσκοπος ἐπιβλέπει πτῶσιν.
—
τὰ γὰρ ἀγαθὰ εἰς κακὰ μεταστρέφων ἐνεδρεύει, καὶ ἐν τοῖς αἱρετοῖς ἐπιθήσει μῶμον.
—
ἀπὸ σπινθῆρος πυρὸς πληθυνθήσεται ἀνθρακιά, καὶ ἄνθρωπος ἁμαρτωλὸς εἰς αἷμα ἐνεδρεύει.
—
πρόσεχε ἀπὸ κακούργου, πονηρὰ γὰρ τεκταίνει, μὴ ποτε μῶμον εἰς τὸν αἰῶνα δῷ σοι.
—
ἐνοίκισον ἀλλότριον, καὶ διαστρέψει σε ἐν ταραχαῖς καὶ ἀπαλλοτριώσει σε τῶν ἰδίων σου.
—