Κριτὴς σοφὸς παιδεύσει τὸν λαὸν αὐτοῦ, καὶ ἡγεμονία συνετοῦ τεταγμένη ἔσται.
—
κατὰ τὸν κριτὴν τοῦ λαοῦ αὐτοῦ οὕτως καὶ οἱ λειτουργοὶ αὐτοῦ, καὶ κατὰ τὸν ἡγούμενον τῆς πόλεως πάντες οἱ κατοικοῦντες αὐτὴν.
—
βασιλεὺς ἀπαίδευτος ἀπολεῖ τὸν λαὸν αὐτοῦ, καὶ πόλις οἰκισθήσεται ἐν συνέσει δυναστῶν.
—
ἐν χειρὶ Κυρίου ἐξουσία τῆς γῆς. καὶ τὸν χρήσιμον ἐγερεῖ εἰς καιρὸν ἐπʼ αὐτῆς.
—
ἐν χειρὶ Κυρίου εὐοδία ἀνδρός, καὶ προσώπῳ γραμματέως ἐπιθήσει δόξαν αὐτοῦ.
—
Ἐπὶ παντὶ ἀδικήματι μὴ μηνιάσῃς τῷ πλησίον, καὶ μὴ πρᾶσσε μηδὲν ἐν ἔργοις ὕβρεως.
—
μισητὴ ἔναντι Κυρίου καὶ ἀνθρώπων ὑπερηφανία, καὶ ἐξ ἀμφοτέρων πλημμελήσει ἄδικα.
—
βασιλεία ἀπὸ ἔθνους εἰς ἔθνος μετάγεται διὰ ἀδικίας καὶ ὕβρεις καὶ χρήματα.
—
τί ὑπερηφανεύεται γῆ καὶ σποδός; ὅτι ἐν ζωῇ ἔρριψα τὰ ἐνδόσθια αὐτοῦ.
—
μακρὸν ἀρρώστημα, σκώπτει ἰατρός· καὶ βασιλεὺς σήμερον, καὶ αὔριον τελευτήσει.
—
ἐν γὰρ τῷ ἀποθανεῖν ἄνθρωπον κληρονομήσει ἑρπετὰ καὶ θηρία, σκώληκας.
—
ἀρχὴ ὑπερηφανίας ἀνθρώπου ἀφισταμένου ἀπὸ Κυρίου, (15)καὶ ἀπὸ τοῦ ποιήσαντος αὐτὸν ἀπέστη ἡ καρδία αὐτοῦ.
—
ὅτι ἀρχὴ ὑπερηφανίας ἁμαρτία, καὶ ὁ κρατῶν αὐτῆς ἐξομβρήσει βδέλυγμα. (16)διὰ τοῦτο παρεδόξασεν Κύριος τὰς ἐπαγωγάς. καὶ κατέστρεψεν εἰς τέλος αὐτοὺς·
—
θρόνους ἀρχόντων καθεῖλεν ὁ κύριος. καὶ ἐκάθισεν πρᾳεῖς ἀντʼ αὐτῶν·
—
ῥίζας ἐθνῶν ἐξέτιλεν ὁ κύριος. καὶ ἐφύτευσεν ταπεινοὺς ἀντʼ αὐτῶν·
—
χώρας ἐθνῶν κατέστρεψεν ὁ κύριος. καὶ ἀπώλεσεν αὐτὰς ἕως θεμελίων γῆς·
—
ἐξήρανεν ἐξ αὐτῶν καὶ ἀπώλεσεν αὐτούς, καὶ κατέπαυσεν ἀπὸ γῆς τὸ μνημόσυνον αὐτῶν.
—
οὐκ ἔκτισται ἀνθρώποις ὑπερηφανία, οὐδὲ ὀργὴ θυμοῦ γεννήμασιν γυναικῶν.
—
σπέρμα ἔντιμον ποῖον; σπέρμα ἀνθρώπου· σπέρμα ἔντιμον ποῖον; οἱ φοβούμενοι τὸν κύριον. σπέρμα ἄτιμον ποῖον; σπέρμα ἀνθρώπου· σπέρμα ἄτιμον ποῖον; οἱ παραβαίνοντες ἐντολάς.
—
ἐν μέσῳ ἀδελφῶν ὁ ἡγούμενος αὐτῶν ἔντιμος. καὶ οἱ φοβούμενοι Κύριον ἐν ὀφθαλμοῖς αὐτοῦ.
—
γτλούσιος καὶ ἔνδοξος καὶ πτωχός, τὸ καύχημα αὐτῶν φόβος Κυρίου.
—
οὐ δίκαιον ἀτιμάσαι πτωχὸν συνετόν, καὶ οὐ καθῆκεν δοξάσαι ἄνδρα ἁμαρτωλόν.
—
μεγιστὰν καὶ κριτὴς καὶ δυνάστης δοξασθήσεται, καὶ οὐκ ἔστιν αὐτῶν τις μείζων τοῦ φοβουμένου τὸν κύριον.
—
οἰκέτῃ σοφῷ ἐλεύθεροι λειτουργήσουσιν, καὶ ἀνὴρ ἐπιστήμων οὐ γογγύσει.
—
Μὴ σοφίζου ποιῆσαι τὸ ἔργον σου, καὶ μὴ δοξάζου ἐν καιρῷ στενοχωρίας σου.
—
κρείσσων ἐργαζόμενος ἐν πᾶσιν ἢ περιπατῶν, ἢ δοξαζόμενος καὶ ἀπορῶν ἄρτων.
—
τέκνον, ἐν πρᾳύτητι δόξασον τὴν ψυχήν σου, καὶ δὸς αὐτῇ τιμὴν κατὰ τὴν ἀξίαν αὐτῆς.
—
τὸν ἁμαρτάνοντα εἰς τὴν ψυχὴν αὐτοῦ τίς δικαιώσει; καὶ τίς δοξάσει τὸν ἀτιμάζοντα τὴν ζωὴν αὐτοῦ;
—
πτωχὸς δοξάζεται δι᾿ ἐπιστήμην αὐτοῦ, καὶ πλούσιος δοξάζεται διὰ τὸν πλοῦτον αὐτοῦ.
—
ὁ δὲ δοξαζόμενος ἐν πτωχείᾳ, καὶ ἐν πλούτῳ ποσαχῶς; καὶ ὁ ἄδοξος ἐν πλούτῳ, ἐν πτωχείᾳ ποσαχῶς
—